Ancient Greek
106.2
Basilius, Sermones Xli 106.2
Unproofread scanNot analysed yet
β'. Ὅσπερ οὖν οἱ τέχνη καὶ χρώμασι τὰς τῶν ὁρωμένων φύσεις ἀφίνοντες, σκιὰς προχαραττοῦσι, πρὶν ἢ τοῖς χρώμασιν ἐπανθήσωσι· τὸν αὐτὸν δὲ τρόπον ὁ πάνσοφος τεχνίτης τὰς κτίσεως τὰς τῶν εἰκόνων σωφρονέστερας πρότερον ταῖς βραχυτέρας ἐκκιογράφῃ· οἷον, ἔμελλε Χριστοῦ πάθος καὶ σταυρὸς ἀνθρώποις ἀναλαμπεῖν σωτηρίας, προλαβὼν Ἐπτεῖν ἐν τῷ τύπῳ τὰ θαύματα, καὶ Ἀβραὰμ ὁ πρεσβύτερος, διὰ τῶν οἰκείων ὀδίνων μιμεῖσθαι τὸ πάθος προστάττεται. Ἰσαὰκ τῷ πατρὶ περὶ τὸ ἔργον συνέχων, καὶ <δ> θύμα τὴν θυσίαν συνεμερίμνα τῷ ὄντι· ὁ βωμὸς ἐπηγνύτο, ἡ φλὸξ ἀνεπέμπετο, παῖς πρὸς τὴν σφαγὴν ἠγρεπίζετο, ξίφος ἐφέρετο, ὁ τράχηλος πρὸς ὀποστοπὸν διετάττετο. Ἄλλὰ φωνὴ μὲν οὐρανόθεν διὰ ξίφος ἐδείσμεν, ἀντεισήχητο δὲ τοῦ παιδὸς ἀμνὸς τοῦ ξύλου κρεμάμενος, καὶ τὸ πρόβατον τῇ τοῦ Μωυσέως σφαγῇ ἀντεκομιζέτο· καὶ ὁ μὲν Ἰσαὰκ ἔμενεν ἀπαλῇ, ἡ θυσία δὲ τὸ πάθος ἐλάμβανεν. Ἴδε γὰρ, φησίν, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου (33)· τῇ γὰρ φαινομένῃ σαρκὶ τὸ πάθος, οὐ τῇ νοουμένῃ Θεότητος. Πάλιν ἔμελλε τίκτειν Παρθένος, ἀντὶ τῶν νόμων τῆς φύσεως πειθομένη τῇ χάριτι· ἵνα μὴ λέγωσιν, Ἄπιστος ὁ τόκος, ἀλλήτεριον τῆς φύσεως, διὰ τοῦτο προλαβούσα στείραι μελετῶσι τὸ θαῦμα, καὶ Σάρρα μετὰ γήρας, καὶ πάθος, συναπέτικτε πίστιν τῷ μέλλοντι τόκῳ. Πάλιν, ἔμελλεν αἷμα σωτήριον ἀνθρώποις χαρισάσθαι, ἵνα μὴ τὸ ξένον τοῦ θαύματος ἀπιστίας ὑπόθεσις γένη-