Ancient Greek
118.39 to 118.51
Basilius, Sermones Xli 118.39-51
Unproofread scanNot analysed yet
τὸ τοῦ Γολιὼθ ξίφος ἀφελέμενος, τὴν τοῦ ξίφους δε- σπόνην ἐμέριζε, πρέπουσαν ταύτην τῷ ὀπλῷ τὴν χρείαν εὕράμενος. Ἡγνόησεν ἄρα ὁ Γολιὼθ τὸν Δαυὶδ τὰ ὅπλα γαλκεῶν, καὶ τοῦ οἴκετον σφαγέως σκευ- φόρος γενόμενος, ἐν πολεμίῳ προσηγμάτι τῷ Δαυὶδ ὑπῆρξε τῆς ἐρήμους. Ἐνταῦθά μοι βλέπε τὴν τοῦ Δαυὶδ εὐγνωμοσύνην, καὶ μίμου τὸν τρόπον, ἵνα τύχῃς τῆς χάριτος. Τερμὼν γὰρ τὴν κεφαλὴν, μετὰ τοῦ τεμόντος ξίφους δώρον προσάγει τῷ χαριζομένῳ τὴν νίκην· ὁμολογεῖ τὸν νενικηκότα, τὰ νικηθέντα προσφέρων. Ἡ δεῖξας πίστιν, ὅπλων πρὸς μάχην οὐ δεομένην· ὡ δεῖξας ἐν ἐαυτῷ τὴν ἀριστεῖαν τῆς πίστεως· ὡ δεῖξας ἀνθρώπους δεῖν ὑπὲρ Θεοῦ παρατάττεσθαι. Τοιαύτας οἶδε ψυχὰς ἡ χάρις λεῖαν ἐκάλεσεν. Ὄρῶν γὰρ τὴν γνώμην, τὴν τέχνην οὐκ ἐπαισχύνεται. Ἀρέσκεται Θεὸς καὶ ἐν εὐτελεῖ σώματι θεαρών μαργαρίτην κρυπτόμενον.