Ancient Greek
119.2
Basilius, Sermones Xli 119.2
Unproofread scanNot analysed yet
γ'. Εἰδὲς ἀριστεύοντα τὸν Δαυὶδ, καὶ θαυμάμας; Ἄλλὰ διαδέχεται μειζόνων ἀγῶνων τὸν Προφήτην ὑπόθεσις. Ὄρῶν γὰρ σοῦ τῆς ἀκοῆς, ἀγαπητέ, τὴν προθυμίαν ἀκμάζουσαν, συστέλλει οὐ βούλομαί τὸν λόγον· ὁρῶν σε συγγαιρῶντα τῇ νίκῃ τῆς χάριτος, ἐπιστέγει τὴν εὐφροσύνην αἰσχύνομαι. Μετὰ τὸν Γολιάθ, ἀνίσταται τῷ Προφήτῃ πολέμιος χαλεπώτερος, φθόνος τοῦ βασιλέως· κατὰ τοῦ νενικηκότος ἀντίπαλος, τοσοῦτον τοῦ πεπτωκότος βαρύτερος, ὅσον ὁ μὲν Γολιάθ ἐχθρὸς ὁρώμενος, καὶ πολέμιος γνωσθόμενος, καὶ τὰ ὅπλα δείκνυς, πρὸς νόμιμον ἐκάλει παράταξιν φθεγγόμενος· ὁ δὲ κρυπτόμενος ὁπίσης, ἐνεδρεύειν ἀρχόμενος, λόγος ἐχθρὸν ἐν ψυχῇ κεχρυμμένον (65), ὅμως, δυσμενὴς, ἐν προσωπείῳ φιλίας θωρακιζόμενος, ἐξ ἀφάνους τοξεύει τὸν ὑπ' ἀγνοίας γυμνωμένον. Τίς οὖν ἡ ρίζα τοῦ φθόνου, πῶθεν τὴν ἀρχὴν τὸ πάθος, εἰπεῖν ἀναγκαῖον. Ἐπειδή γὰρ τῶν πολεμιῶν τῷ πεσόντι συγκατεπεπτώκει τὸ φρόνημα, καὶ τρόπαιον ἵστατο, καὶ φεύγοντες οἱ δυσμενεῖς τὰ νῶτα παρέχον τοῖς βέλεσι, μάρτυρας τῆς φυγῆς τοὺς τῶν τραυμάτων τόπους ἐπιφερόμενοι, καὶ ἠλευθερωτο μὲν τοῦ τῆς δουλείας φόβου ὁ Ἰσραήλ, καὶ τῷ Δαυὶδ συνενίκων οἱ σύμπαντες, ἐκινῆσεν εἰς εὐφροσύνην καὶ γυναῖκας ἡ νίκη· αἱ τῆς νίκης τὴν ἡδονὴν τοῖς μέλεσιν ἐξυφάσαι, τοῖς φθόγγοις τὴν εὐφροσύνην ἐχρύπτουν. Πλήττεται τοῖς λόγοις ὁ Σαοὺλ, καὶ ἤν τὰ τοῦτον ἄσματα τῷ βασιλεύοντι τραύματα. Καὶ ἤν ὅπλον ἀφανὲς ἐπὶ τῆς ψυχῆς ἀκονώμενον τὸ αὐτὸ τραῦμα, καὶ ὅπλον τῷ φθόνῳ γινόμενον. Καὶ πάλιν ἀγῶνων ἀρχαί, πάλιν μελέτη τῷ δικαίῳ κινδύνων, καὶ φόβων ἑτέρων προοίμια· καὶ ὁ νενικηκὼς ὡς νικηθεὶς ἐμισεῖτο, καὶ ὁ τὴν ἐλευθερίαν χαρισάμενος ὡς τῆς ἐλευθερίας προδότης ἐβλέπετο· καὶ τῶν κυμάτων τοῦ πολέμου τοὺς συγγενεῖς ἀφελέμενος, μόνος ἐν τοῖς τοῦ φθόνου κύμασιν ἐχειμάζετο. Ἄλλὰ μὴ σοι φαίνεσθω παράδοξον, ἀγαπητέ, εἰ γε Δαυὶδ ὁ τοσοῦτος τὴν χάριν, καὶ Θεῷ ποθούμενος, τοῖς τοῦ φθόνου τόξοις ἐξέδοται. Οὐ γὰρ ἀφειδὼν τοῦ δικαίου Θεός, οὔτε τῆς ἑαυτοῦ προνοίας τὸν Δαυὶδ ἀπωθούμενος. Ἡδύνατο γὰρ δεῖξαι τὸν φθόνον νεκρὸν, τὸν φθονοῦντα νεκρώσας. Οὕτω γὰρ καὶ τὸν Νάβαλ ἀνείλε Θεὸς τῷ Δαυὶδ χαριζόμενος, θανάτῳ τὸν ὑβριστὴν ἀμυνόμενος. Οὕτω τὸν Ἀδσαλὼμ τῆς εἰς τὸν πατέρα παροινίας (66) τὰς δίκας Θεὸς εἰσπράξατο, τὰς κατὰ τῆς φύσεως μανέντας δεῖξας ἀπὸ τῆς κόμης παρὰ φύσιν κρεμάμενον, καὶ δημῷ τῷ φωτῷ παραδοὺς αἰχμάλωτον, ξύλον τὸν τύραννον ἐδείξεν. Ἄλλὰ συχωρεῖ τὸν Δαυὶδ τῷ πάθει τοῦ Σαοὺλ προσπαλαίαν