Ancient Greek
120.3
Basilius, Sermones Xli 120.3
Unproofread scanNot analysed yet
Θέλωρ βαλεῖν λέοντα πευκίνῳ ξίφει. ἀρχον κατήγορος. Τί τοιούτα τολμᾷς, ὦ Σαούλ, τί κατά σαυτοῦ τὸ ξίφος καλεῖς (70); "Ἄν τὸν Δαυὶδ ἀνέλης, πῶς τὸν δαίμονα διώξεις; Τί τὸ μόνον σοι τῆς σωτηρίας φάρμακον ἀπολέσαι βιάζει; 'Αλλ' οὐκ ἐνίκησε τοῦ Δαυὶδ τὴν φιλοσοφίαν, οὐδὲ φόβος ἀπειλῶν ἐδίαξε τὴν χρηστότητα. 'Αλλ' ὁ μὲν ἠλάνθη τὸν τρόπον, ἀποτυγχάνων τοῦ τέλους· ὁ δὲ οὐ μετέβαλε τὴν γνώμην, οὐδὲ λειποτάκτης τῆς ἀρετῆς ἐγένετο. Ὅρᾷς ὡς οὐ μάτην ἡ χάρις ἐκλέγεται; ὁρᾷς ὡς δικαίως τῶν ἀδελφῶν ἀπεκρίνετο, ὅτε τοὺς μὲν τὸ σῶμα λαμπροὺς ἀπεστρέφετο, ἐπὶ δὲ τὸν ταπεινὸν τῇ ὄρᾳ τὴν ψαράγδα τῆς χρίσεως ἔφερε. Τοιούτοις χαίρει Θεός, τοιούτοις ἡ χάρις εὐφραίνεται, τοὺς τοιούτους οὐρανὸς ἀπεκδέχεται (71). Τοιούτου καὶ ἡμῖν ἔσται τῆς ἱστορίας τὸ κέρδος, εἰ τὴν μίμησιν ἀσπασώμεθα, εἰ τὴν φιλοσοφίαν θαυμάσωμεν, εἰ τὴν φιλανθρωπίαν μετελθώμεν. Μὴ τοὺς ἐχθροὺς μισήσωμεν· πρὸς τὸν Χριστὸν ἀποβλέψωμεν, λέγοντα· Βλέπετε (72) ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ἐν ταῖς ψυχαῖς (73) ὑμῶν. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.