Ancient Greek
121.2
Basilius, Sermones Xli 121.2
Unproofread scanNot analysed yet
ΛΟΓΟΣ ΙΣΤ. Τοῦ αὐτοῦ εἰς τὸν αὐτὸν Δαυὶδ. α'. Ὅταν εὐρῇ τῆς ἀκοῆς προθυμίαν ἡ χάρις, τότε καὶ γλώττῃ λόγον χαρίζεται, καὶ τῷ λέγοντι δύναμιν. Ὁ γὰρ διδὼν τροφὴν πᾶσῃ σαρκί, καὶ ψυχὴν τρέφειν ποιεῖ. Ψυχῆς δὲ τροφή, Θείων λόγων ἐστίασις. Σάρξ μὲν γὰρ σωματικαῖς ἐστίασισι τρέφεται, διὰ φαρτῶν ἢ φθαρτὴ δεχομένη τὴν αὔξησιν· ψυχῆς δὲ τροφή, τῆς ἀληθείας ἡ γνῶσις, ἢ τοῦ Ποιητοῦ κατανόησις, τὸ τῶν Θείων ἐκφορεῖσθαι διηγημάτων· καὶ πρὸ ταύτῃ ἀσχολεῖσθαι πλεῖον τὴν τροφὴν τοὺς ἀνθρώπους ὁ Δεσπότης παίδευσεν, τοῖς μαθηταῖς ἀνεῖπεν· Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με. Διὰ τοῦτο, καὶ κατὰ τὴν ἔρημον τοῖς Ἰσραηλίταις, σώματι μὲν βρῶσιν δι' ἀέρος ἐχορήγει τὸ μάννα· τὴν δὲ τῆς ψυχῆς τράπεζαν διὰ τῆς Μωυσέως διδασκαλίας παρετίθετο. Ἵνα γὰρ μὴ τὸ χεῖρον ἐν τῇ φύσει πένθῃ, τὸ δ' ἀμείνον, ἡ ψυχή, μέρος, λιμῷ πιεζομένη, πρὸς ἀλογίαν ἐκπράττῃται, μερίζει τὴν τροφὴν προσφάρως ὁ Ποιητής, ἑκάτερα τιθηνούμενος, σώματι μὲν οἷς πέφυκε, ψυχῇ δὲ τοῖς νομίμοις συγγράμμασιν (74)· οἱ γὰρ Μωυσῆς περὶ Θεοῦ