Ancient Greek
122.1
Basilius, Sermones Xli 122.1
Unproofread scanNot analysed yet
φθεγγομένου συνεγράφετο, τοῦτοίς ἡ ψυχὴ τὴν τροφὴν ἐρανίζετο. Πάλιν ἡ γῆ τῆς ἐπαγγελίας τοῖς μὲν σώμασι τοὺς καρποὺς ἀνέδιδου, προφητικὰς δὲ γλώττας ἡ χάρις ἀρδεύουσα, τὰς τῆς ψυχῆς τροφὰς παρεσκεύαζε. Τοῦτο γὰρ χάριν αἱ γραφαί, τῶν ἁγίων τοὺς βίους διὰ τῶν συγγραμμάτων φυλάττουσαι, τὴν γνῶσιν τοῖς ἐφεξῆς παραπέμπουσιν, πρὸς μίμησιν τοὺς ὑστερον ἔλκουσαι, καὶ τοῖς μήπω τεχθεῖσι τὸν θησαυρὸν εὐτρεπίζουσαι, ταμείων ἀρετῆς τῷ βίῳ προσάγουσιν. Ἡμεῖς δὲ τὸν κατὰ τὸν Δαυὶδ ἐν τοῖς προλαβούσιν ἠρεσάμεθα. Φέρε καὶ νῦν ἐκ τῶν αὐτοῦ κατορθωμάτων τῆς διδασκαλίας παραδῶμεν τὴν τράπεζαν.