Ancient Greek
127.1
Basilius, Sermones Xli 127.1
Unproofread scanNot analysed yet
καὶ ἀδικίας, ἀγριότητος καὶ πραότητος· ὁ μὲν ἵνα σώσῃ τὸν πολυμύνητα, ὁ δὲ ἵνα ἀπολέσῃ τὴν περισώσαντα. Τοιούτους ἡμῖν παιδευτάς· πραότητος καὶ φιλανθρωπίας ὁ Δεσπότης ἐπέστειλε· τοιούτων ἡμῖν διδάσκαλον ἀγαθότητος ἡ θοῦπευστος Γραφὴ συνεγράφασιν, ἵνα καὶ πρὸς τοὺς ἐχθρούς ὡμεν φιλάνθρωποι, καὶ πρὸς τοὺς μισούντας φιλάγαθοι. Γίνεσθε γὰρ, φησίν, ἐλεήμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ὅστις ἀνατέλλει τὸν ἥλιον (91) αὐτοῦ ἐπὶ τοὺς δικαίους καὶ ἀδίκοις, καὶ βρέχει ἐπὶ ἀγαθοὺς καὶ πονηρούς. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.