Ancient Greek
127.2
Basilius, Sermones Xli 127.2
Unproofread scanNot analysed yet
ΛΟΓΟΣ ΙΖ. *Τοῦ αὐτοῦ εἰς τὸν Δαυὶδ* α'. Ἐπειδὴ τῶν τοῦ Δαυὶδ κατορθωμάτων ἐν ταῖς προλαθοῦσαις ἡμέραις ἡ μνήμη σκιρτῶντας ἡμᾶς ἔδειξε, καὶ συνευφραινομένους τῇ δικαίᾳ τῆς τῶν ἀγαθῶν περιουσίᾳ, καὶ τῷ θαύματι παραδιδόντας τῶν τρόπων τὴν μίμησην, καὶ τῆς ἐκείνου πραότητος ἐραστάς· δικαίον ταῖς παρ' αὐτῶν εὐφημίαις τοῦ δικαίου τοὺς ἀγῶνας ἀμείβεσθαι. Οἴδαμεν ὅπως ἡμῖν ἡ Γραφὴ τὸν οὕτω λαμπρὸν ἀριστεά, καὶ τρωθέντα πού παρέστησε, καὶ τὴν πληγὴν δεῖκνύντα, καὶ τὸ πάθος κηρύττοντα, τὸν ἤδη πολλάκις διαβόλου τὴν πρόφυγα πληξάντα. Ἄλλ' ἀκούων τρωθέντα, μὴ καταπέσῃς τῇ γνώμῃ· ἀκούων πληγέντα, μὴ καταπλαγῇς τὸν λογισμόν. Ἀριστεύς ἐστιν ὁ τρωθείς, ἀντιπλήττων, δι' ὧν ἐπλήγῃ, τὸν πληξάντα. Καὶ γὰρ καὶ τραυματίας γενόμενος, τοῦ νικᾶν οὐκ ἐπαύσατο· ὃς καὶ πεσὼν ἐπὶ πάσης τῆς παρατάξεως (92), ὀξύτεραν ἔδειξε τοῦ πτώματος τὴν ἀνάστασιν. Μέγα μὲν οὖν τι χρήους διαπαντὸς νικῶν ἀριστεύς, καὶ μεταξὺ πολεμίων τῆς πληγῆς διαμείνας ἐλεύθερος. Θαυμαστότερον δὲ καὶ πληγέντα μὴ προδοῦναι τὴν μάχην, μὴ δεῖξαι τὸν πληξάντα χαίροντα. Γίνεται γὰρ ἐκ τούτου τοῖς ὁρῶσι διδάσκαλος, ὅτι χρὴ μηδὲ βληθέντα προδοῦναι τὴν νίκην, μηδὲ τρωθέντα σκάξειν τῷ πόδει, μηδὲ πεσόντα κεῖσθαι, καὶ δευτέραν ἀναμένειν πληγὴν, μηδὲ παρέχειν φιλοτιμεῖσθαι τῷ πληξάντι. Διὰ τοῦτο καὶ ἡ θεόπνευστος Γραφή, τῶν ἀρετῶν ἡ διδάσκαλος, οὐ μόνον καταλέγει τῶν δικαίων τὸ κατορθώμα, ἀλλὰ στηλιτεύει αὐτῶν πολλάκις καὶ τὰ πταίσματα· ἵνα μὴ πρὸς μόνον τὸ τῶν κατορθωμάτων ὕψος ἀποβλέποντες ἀνθρωποι ναρκώσι τὴν μίμησην, ἀλλὰ τῇ μνήμῃ τῶν πλημμελημάτων τὴν φύσιν γνωρίζοντες, καὶ τὴν εὐγένειαν ἐντρεπόμενοι, πρὸς τὸν τῶν ἀρετῶν παροξύνονται ζῆλον. Καὶ τοῦτο πολλαχόθεν χρηστούμενον εἴδομεν. Ἠκούσας εὐαγγελιστὴν τὸν Ματθαῖον· φοβή