Ancient Greek
139.3
Basilius, Sermones Xli 139.3
Unproofread scanNot analysed yet
σωτηρία· ἵνα σὺν παρρησίᾳ τῷ βήματι τοῦ Χρι- ΑΟΓΟΣ ΙΘ. Τοῦ αὐτοῦ εἰς τὸν εκατόνταρχον. α᾽. Ἡ τῶν Εὐαγγελίων σάλπιγξ, τὸ πνευματικὸν ἀρτίως ἀντήχησασα μέλος, ἀκμοὶ πρὸς τὸ λέγειν τὴν γλῶτταν ἀνέστησεν. Εἶδον ἀρτίως ἐν στόμασιν εὐαγγελικοῖς τὸν Δεσπότην θαυματοουργοῦντα, καὶ βεωθεὶς τοῖς θαύμασι λύω τὴς γλώττης τὸν φόβον. Εἶδον τὸν ἑκατόνταρχον, πρὸς τὰ τοῦ Δεσπότου καλυπτόμενον ἴχνη (23)· εἶδον τὰ ἔθνη τῷ Σωτῆρι τὰς ἑαυτῶν ἀπαρχὰς ἀποστέλλοντα. Οὐπω σταυρὸς ἐπάγη, καὶ τὰ ἔθνη πρὸς τὸν Δεσπότην ἐπείγεται. Οὐπω τὸ· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, καὶ τὰ