Ancient Greek
140.1
Basilius, Sermones Xli 140.1
Unproofread scanNot analysed yet
ἔθνη πρὸς Δεσπότην ἐπέρχεται. Προλαμβάνουσι τὴν ἔλευσιν τὸν δρόμον, προσωθῶνται τοῦ Δεσπότου τὸν πόθον (24). Οὕτω λάμπει τὸ κήρυγμα, καὶ πρὸς τὸν κηρυττόμενον τρέχουσιν. Ἐπεὶ Πέτρος πρὸς μαθητείαν κυοφορεῖται, καὶ τὰ ἔθνη πρὸς Δεσπότην συντρέχει. Οὕτως Παῦλος δι' ἀτραπῆς ἐστρατεύετο, καὶ τὰ ἔθνη τῇ βασιλείᾳ προσκυνεῖν προεθύμηται. Ἰδοὺ, φησίν, ἑκατόνταρχος παρακαλῶν αὐτόν, καὶ λέγων· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. Ὦ παράδοξον νῦν θαῦματος! Ὁ παῖς διαλελυμένος κείμενος, χειραγωγῶ τοῦ δεσπότου πρὸς τὸν Δεσπότην γίνεται. Ἡ τοῦ οἰκέτου νόσος τῆς τοῦ κεκτημένου θεραπείας, ἐγίνετο πρόξενος. Ἰσιν δοῦλον ζῆτον, τὸν Δεσπότην ἐξεῦρε· καὶ τῷ οἰκέτῃ θεραπείαν ὑπηρετῶν, αὐτὸς τοῦ Δεσπότου γίνεται θράμμα. Ὁ δοῦλος τὴν ἐπὶ θανάτῳ νοσεῖ, καὶ ὁ δεσπότης πρὸ οἰκέτου θεραπείαν χωρίζεται. Ὁ δοῦλος τὸ σῶμα νοσεῖ, καὶ ὁ δεσπότης τὴν ψυχὴν ἀγιάζεται· ὑπὲρ οἰκέτου πρεσβεύων, εἰς ἑαυτὸν προαναλίσκει τὸ φάρμακον· οὐ παρεῖδεν οἰκέτῃ τὴν νόσον τὸ σῶμα φθειρόμενον· οὐ παρέθηκεν δοῦλον πᾶθος δεσποτικῷ τύφῳ κρατουμένος· οὐδὲ πλήθει δορυφόρων ἐντυχόντα ἀκινήτου παιδὸς ἐξελάθετο· ἀλλ' ἐρευνῶν περιήγει τοῦ κινδύνου τὸ φάρμακον. Οὐχ ἐπαύσατο ζητῶν ἕως αὐτὸς τῆς τῆς θεραπείας πηγῇ περιέτυχε· καὶ γέγονεν ἡ φιλανθρωπία φιλοθεας ὁδός. Καὶ τὸν ἰατρὸν εὐρὼν διγγέεται τὴν συμφορὰν, καὶ τὸ πᾶθος ἐκτραγῳδεῖ πρὸς οἰκτον καλῶν τὸν φιλάνθρωπον· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. Εἰ καὶ δοῦλος ὁ κάμνων, ἀλλ' ἄνθρωπος, φησίν, ὁ τῷ πάθει κρατούμενος. Μὴ τὸ τῆς δουλείας εἴδελε, ἀλλὰ τὸ τῆς νόσου θεώρησον μέγεθος. Βέβληται παραλυτικός, βέβληται δεσμώτης νόσου· δεδεμένος· τῇ λύσει τοῦ σώματος δεινῶς βασανιζόμενος· ὡς μὴ νεκρὸς διαλυόμενος, ὡς δὲ νεκρὸς ἐν ταπεινώσει, καὶ τὰς τοῦ θανάτου συμφοράς ἐν ζῳαῖς περιφέρει τῷ σώματι. Τοιαύταις ἐλεεινολογίαις ὁ ἑκατόνταρχος τὸν Δεσπότην ἐκείληχε. Τί οὖν πρὸς αὐτὸν ἡ Ἄρθονος ἀγαθότης; Ἐγώ, φησίν, ἐλθὼν θεραπεύσω αὐτόν. Ἐγὼ διὰ φιλανθρωπίαν περιβαλλόμενος ἄνθρωπον, ὁ διὰ πάντας ἐλθὼν, ἕνεκα οὐ περιόψομαι· θεραπεύσω αὐτόν. Προλαμβάνει ταῖς εὐεργεσίαις τὰς ἱκεσίας. Τί σοι, εἴπέ μοι, Δέσποτα; μὴ τῆς αὐτῆς ἐτοιμότητος ἡ τῆς Χαναναίας θυγάτηρ ἔχει, καὶ ταῦτα (25) διὰ μητρὸς ἱκετεύουσα; Ἄλλ' ἐκεῖνη μὲν δεομένη, τοῖς κυσὶ συγκατατάττεται, καὶ λυμένα ζητοῦσα κυμάτων πυράται (26), καὶ πρὸς τὴν πλῆγὴ τῆς ψυχῆς, καὶ διὰ τῆς τῆς φωνῆς ἐπιπλέττεται; Οὐδ' ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυνρίοις. Οὕτω δὲ μι-