Ancient Greek
141.41 to 141.50
Basilius, Sermones Xli 141.41-50
Unproofread scanNot analysed yet
ξήσω. Εἴπὲ λόγῳ, καὶ ὁ οἰκέτης ἔσται τοῦ πάθους ἐλεύθερος, τὴν τῆς νόσου δουλείαν ἀπολυάμενος. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμὶ ὑπὸ ἐξουσίαν, ἔχων ὑπ' ἐμαυτὸν στρατιώτας· καὶ λέγω τούτῳ· Πορεύθητι· καὶ πορεύεται. Οἴδ᾽ σου τὴς ἐξουσίας τὴν δύναμιν, οἷς ἔχω τὰ ὑπὲρ ἐμαυτὸν διακρινόμενος· ὅρω σου κἀγὼ τὸ τῶν ἰαμάτων στρατόπεδον· βλέπω τὰς τῶν θαυμάτων δυνάμεις τὸ σὸν νεῦμα περιμένουσας. Ἀπόστολλον, ὡς ἐγὼ, στρατιώτην, αὐτὸς κατὰ τὴς νόσου τὸ πρόσταγμα, μίμῃσαι τοῖς μικροῖς τὰ ἐλάττονα, δείξον τοῖς σοῖς ὑπὲρ ἡμῶν, τὰ ἡμέτερα· μιμεῖσθω Θεὸς ἀνθρώπους, διὰ τὴν τῶν ἀνθρώπων εὐεργεσίαν.