Ancient Greek
140.2 to 141.38
Basilius, Sermones Xli 140.2-141.38
Unproofread scanNot analysed yet
(26) Κυμάτων πυράται. Corrige περᾶται. προῦ πρὸ τῆς ἰκεσίας· τὴν θεραπείαν κομίζεται. Ὁ μὲν ὑπὲρ οἴκετου παρακαλῶν, ἐδυώπησε· μήτηρ δὲ ὑπὲρ παιδὸς ἀπετύγχανεν ἰκετεύουσα. Ἄλλ', ὡ πηγὴ σοφίας καὶ πνεῦμα συνέσεως! ὡ μέγεθος φιλανθρωπίας ἐν ἐκαστῷ· διαφόρως φρονεῖν! Βούλεται γὰρ τὴν τῶν ἔθνων πίστιν ὀφθαλμοῖς Ἰουδαίων δημοσιευθῆναι, καὶ τῇ ἐθνικῇ εὐγνωμοσύνης θεατὰς παραστῆσαι τοὺς ἀγνώμονας Ἰουδαίους. Διὰ τοῦτο τὴν μὲν Χαναναίαν ἰκετεύουσαν ὑπερίδειται, ἵνα ἡ μὲν διὰ τὴν ὑπέρθεσιν ἀναβοήσῃ· Κύριε, καὶ τὰ κυνάρια ἐσθίου ἀπὸ τῶν ψιχίων τῆς τραπέζης· ὁ δὲ διὰ τὴν ἐτοιμότητα φθέγγεται· Κύριε, οὐκ εἰμὶ ἱκανὸς (27) ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Πῇ μὲν ταχύτητα, πῇ δὲ βραδύτητα πρὸς τὰς χρείας μεταχειρίζεται, καὶ μιμεῖται κυβερνῆτην ὁ Κυβερνήτης· τῆς κτίσεως, ὃς ἐν περιωπῇ τοῦ σκάφους καθήμενος συμπαραγέχει τὴν ὀδήγην τῷ πλέοντι, συμμεθίστησι δὲ πάλιν τῷ ροῦβῳ τῆς ὀλάκα, ποτὲ μὲν ἐνταῦθα, ποτὲ δὲ ἐκεῖσε χειραγωγῶν τὸν πηδάλιον, τὸν αὐτὸν ἐξ ἐκατέρων δρόμον τῇ νηὶ μηχανώμενος· οὕτως ὁ τῶν ὅλων Δεσπότης πίστιν ἐν ψυχαῖς κρυπτομένην ἀπογυμνῶσαι βουλόμενος, πῇ μεν ἀναστέλλει τὸ δῶρον, πῇ δὲ συντρέχει τῷ κάμνοντι. Καὶ νῦν μὲν ἐπείγειν προσποιεῖται τῶν αἱμάτων τοῦ ρεύθρον, πάλιν δὲ προλαθοῦναι θέλει τῷ φαρμάκῳ τὴν νόσον, ἵνα ποικιλῶς τὰς ψυχὰς διασαλεύσας, πίστιν κρυπτομένην στηλιτεύσῃ τοῖς θαύμασιν· ἵνα ὁ τῶν θαυμάτων κατάσκοπος Ἰουδαῖος πίστεως ἐθνικῆς μὴ λάθῃ μαθητὴς ὡς οὐ θέλει γινώμενος. Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. Τῇ τάχει τῆς ὑποσχέσεως ἐκκαλεῖται τὸν δρόμον τῆς πίστεως. Μὴ, Κύριε (28), οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Εἶδες μηχανήματα Δεσποτικὰ, δι' οὗ πίστις κρυπτομένη θηρεύεται· Οὐκ εἰμὶ ἱκανός. Πηγὴ πεινηρὰ πλοῦτον οὐχ ὑποδέχεται. Μὴ μου πλέον ἐλέγξῃς τὸ τῶν τρόπων ἀνάξιον· οὐ φέρω μοι τοῖς ῥήμασι· φθέγξαι μόνον, καὶ τὸ πᾶθος ἐλαύνεται· ἴδη σε μόνον ἡ νόσος θελήσαντα, καὶ τοῦ νοσοῦν ὑγιάζεται. Τί μου τοὺς πόδας κατασχολεῖς; Ἀρκοῦμαι τῷ τῆς γλώττης βαδίσματι. Ὑπισχνούμενον ἴδω, καὶ τὸ ποθούμενον