Ancient Greek
145.2
Basilius, Sermones Xli 145.2
Unproofread scanNot analysed yet
C πῶς μεθοδεύει τῆς γνώμης τὴν νόσον; Μεταφέρει τῆς ἰατρίας ἐπὶ τὴν Σιδῶνα τὰ φάρμακα, ἵνα τῶν ἐθνῶν παραθέσει πρὸς εὐγνωμοσύνην ἐρεθίσῃ τὸν ἀπίστον. Παλαιὸν γάρ, οἶμαι, τοῦτο τοῦ Δεσπότου τὸ μηχανῆμα, τῇ τῶν χειρόνων συγκρίσει δυσπωτεῖν τὸν ἀγνώμονα. Ἐλέγχεται ποτὲ βουληθεὶς τὸ ἀπειθὲς τῶν Ἰουδαίων, τῇ τῶν Νινευιτῶν παραθέσει τὸν ἔλεγχον ἡξήσει, καὶ πέμψει τὸν Ἰωνᾶν τὴν ἀσεβείαν μεταβολὴν μεταμορφώμενον, καὶ τῶν Ἰουδαίων προφήτην, ὑπηρετὴν τῆς Ἰουδαίων κατηγορίας προβάλλεται. Ὁ δὲ τὴν ἀκαιρον φειδὼν τῶν ὁμοφύλων ποιούμενος, κλέπτει τὸν λέγοντα ἐραπτεύει τὸν πέμψαντα. Ἡγνοεῖ δὲ ἤδη καὶ ὡς ὑπὸ τοῦ κήτους ἀγρευθεὶς, δεσμιότης αὐθὶς τῷ Δεσπότῃ παρασταθήσεται. Καὶ πάλιν θεατὴς εὐγνωμοσύνης ἐθνικῆς ὑποστέλλεται· καὶ μίαν φωνὴν ἀφείς, τὰς ἀπάντων ἐχειρώσατο γνώμας. Καὶ μικροῦ ψευδοπροφητείας ἠλίσχου, ἔργους μανθάνων ὁπόσον τῶν ἐθνῶν πρὸς Ἰουδαίους εἰς πειθὼν τὸ διάφορον· παρόντων ἐκεῖνοι μὲν τοὺς παρ' αὐτοῖς προφήτας κατέσφαττον· οἱ δὲ καὶ ἂν ἠγνοοῦν εἰ πάρεισι, φθεγγόμενον ἐφρίττον. Ὅτε γνώμης μεταβολὴ προφητικὴν ἀπόφασιν ἐστέψαν, ἐπαύσατο τὰ τεῖχ' σαλευθέντα τῆς πόλεως, ἐδυσώπησεν ξίφος ἀνωθεν φορόμενον, καὶ θανάτου ψήφος ἀνέκαμψεν, αἰδωμένη τὴν καταδίκων τὴν πίστιν· οὕτω καὶ νῦν ὁ Σωτὴρ ἀπὸ τῆς Ἰουδαίας ἐπὶ τὴν Σιδῶνα βαδίζει καὶ Τύρον, τῇ τῶν ἀσεβῶν παραθέσει τὴν Ἰουδαϊκὴν σκλητεύουσα ὑπόκρισιν.