Ancient Greek
145.3
Basilius, Sermones Xli 145.3
Unproofread scanNot analysed yet
D β. Καὶ μοι τὸν εὐαγγελιστὴν ὅρα κομπάζοντα τῷ διηγήματι, καὶ τῆς Δεσποτικῆς μεταβάσεως τὸν λογισμόν ἐκκαλύπτοντα. Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. —Ἐκεῖθεν, πόθεν; Ὅπου θαυματουργῶν ἐσυκοφαντεῖτο, καὶ θεραπεύων ὑβρίζετο, καὶ εὐεργετῶν ἠπίστευτο. Καὶ ἰδοὺ, γυνὴ ἐκ τῶν ὁρίων ἐκείνων ἐκραύγασα λέγουσα· Υἱὲ Δαυὶδ, ἐλέησόν με. Χανααναία τὸ γένος, ἀλλὰ τῇ γνώμῃ τὸ γένος ἠνέσαστο· ἐνίκησε τὴν φύσιν ἡ πίστις. Μὴδεις, φησίν, ἐπὶ Χανααναίων κατηγορεῖτο· Ἔλυσε ἡ γυνὴ τὰ τῶν πατέρων ἐγκλήματα· εὐσεβείας ἀρχὴ γίνεται τοῖς εὐσεβέσι κραυγάζουσα· Υἱὲ Δαυὶδ, ἐλέησόν με. Ὡ πόσας μυριάδας Ἰουδαίων ὁ Χριστὸς ἰάσάμενος, παρὰ τῶν ἰατρευθέντων ἀντήκουσεν. Οὗτος πόθεν ἐστιν οὐκ οἴδαμεν (38). Γύναιον δὲ Χανααναῖον, καὶ πρὸ τῆς θεραπείας τῇ πίστει πτερούμενον, εἰς εὐαγγελιστοῦ ἀξίαν ἀνέβασκε. Κύριε, υἱὲ Δαυὶδ, ἐλέησόν με. Ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Πένθος ἐλεεινόν, καὶ δάμαρα μητρὶ θανάτου πιχρώτερον. Δαίμων τῇ κόρῃ πολεμικὸς συμπλεκόμενος, καὶ δυσμενὴς οὐχ ὁρώμενος, κατὰ τῆς παιδὸς παρατάττεται. Πῶς ἀγγείλω τὸ δεινόν; πῶς κηρύξω τὸ πᾶθος;