Ancient Greek
155.1
Basilius, Sermones Xli 155.1
Unproofread scanNot analysed yet
A τὸν φόβον τοὺς κύμασιν, ἄνεμος συριζὼν κατὰ τὴν νέαν ἠκονίζετο, ἐκυδίστα τὸ σκάφος ὑπὸ τῶν κυμάτων δονούμενον. Οἱ μαθηταὶ περιέτρεχον σῶζειν τὴν τέχνην, καὶ χεῖρες οὐκ ἱσχυον. Κατὰ τοῦ χειμῶνος ἐμάχοντο, τοὺς πνεύμασιν ἐναγωνίζοντο. Ἱσχυρωτέρου δὲ γενομένου τοῦ κλύδωνος, καὶ τῆς θαλάττης τῇ τέχνῃ μὴ πειθομένης, μᾶλλον δὲ ἡττηθῆναι φοβουμένης, καὶ φόβον τὸν φόβον ἀνειγερούσης· ἡττηθέντες οἱ μαθηταί, καὶ τῆς τέχνης τὰς ἐλπίδας ὡς ἤδη ναυαγοῦσας προπεψάμενοι, ἐπὶ τὸν ἐν τῷ σκάφει λιμένα κατέτρεχον, καὶ παραστάντες ἐβόων· Ἐπιστάτα, ἐπιστάτα, σῶσον ἡμᾶς· ἀπολλύμεθα. Ὁ φόβου διδασκάλου τῆς φύσεως! Ὁ κινδύνου διδάσκοντος πῶ τῆς σωτηρίας ἡ ἀγχυρα! Ὁ θάλαττα θυμούμενος τοὺς μαθητάς (61) πρὸς τὸν παιδευτὴν ἐπιστρέφουσα· Ἐπιστάτα, ἐπιστάτα. Διαπλάζει τὴν φωνὴν ἡ τῆς ψυχῆς ταραχὴ, καὶ τὸν φόβον ὁ λόγος ἐλέγχει. Σῶσον ἡμᾶς· ἀπολλύμεθα. Σὺ μόνος ἡμῖν τῆς σωτηρίας ἐλπίς· πᾶσα γὰρ ἡμῶν ἡ σοφία κατεπόθη, ἠλέγχθησαν χεῖρες πρὸς βοήθειαν ἀχρηστοί. Ἡλῆξε γὰρ τὴν ἀτονίαν τῆς τέχνης ἡ βία τοῦ κλύδωνος. Δεῖξον σαυτὸν ἐγρηγόρτα, καὶ τὸ πέλᾶγος αἰδεσθήσεται. Διαλλάξον ἡμῖν πολεμοῦσαν τὴν θάλατταν. Σέδσον τῇ φωνῇ τὸ κλύδωνιον. Διαλέχθητι εἰρήνην τοῖς κύμασιν. Ἐλέησον μαθητάς ὑπὸ θαλάττης τυραννουμένους. Ἰδὴ σε μόνον φθεγγόμενον, καὶ πρὸς γαλήνην τραπήσεται· τὴν σὴν ἀναμένει φωνήν, δέχεται σου τὸν λόγον ὡς ἀγκυραν. Τί οὖν ὁ Δεσπότης; Τὸν ὕπνον ἡσύχως ἀποσεισάμενος, καὶ τῷ ἀθρῶ τῆς ἐγρήγορσις τὰ τῶν ὑπνουμένων οὐχ ὑπομείνας, πρὸ τῆς θαλάττης, τοὺς μαθητὰς ἐπετίμα. Τί οὖτω, φησίν, ὀλιγόπιστοί ἐστε; Ἐλέγχει ἀπιστίας ὁ φόβος. Ἡ ταραχὴ τῶν ταραττομένων κατηγορος. Ἐσάλευσεν ὑμῶν τὴν πίστιν κινούμενον πέλᾶγος; καὶ σκάφος ὑπὸ κυμάτων παιζόμενον τῆς πίστεως ὑμᾶς ἀπεγύμνωσε; καὶ ὁ τῆς θαλάττης κλύδων ἄχρι τῆς ψυχῆς εἰσέπτησε; διὰ τί γὰρ μὴ τετειχίσθε πίστει (62); Ὁ ῥημάτων Δεσποτικῶν Βούλεται διδάξαι πίστεως δύναμιν ἰσχυροτέραν εἶναι τῆς κτίσεως· καὶ πᾶσαν ἀπόγνωσιν ἐξωρίσθαι (63) ψυχῆς, ὅταν πίστις παρῇ. Μεταφέρει τὴν ἐπιτίμησιν ἐπὶ τὴν θάλατταν· Σιώπα, λέγων, σεριμωσο· ἀρκέσθητι τῇ φωνῇ, μὴ πείραν ἀναμένεις μαστίγων. Ἐφοβῆ τὴν ἐπιτίμησιν ἡ τοῦ ὕδατος φύσις, καὶ τῇ τῆς φωνῆς ἐπήγνυτο (64) φόβω. Ἐδραπέτευον ἀνεμοι,