Ancient Greek
156.1
Basilius, Sermones Xli 156.1
Unproofread scanNot analysed yet
κατεσ:έλετο κύματα, ἐκοιμίζετο πέλαγος, Ἐκαμπτε θάλασσα τὸν αὐχένα τοῦ κύματος. Ἡ γὰρ Μωϋσέα φυγοῦσα, καὶ τὸν Μωϋσέως Δεσπότην ἠχύνετο, καθάπερ ἀτακτοῦσα θεράπαινα. Τῆς φωνῆς ἀπειλῇ καταστέλλει τὴν θάλατταν· καὶ ῥήματι μικρῷ τὸ μέγα στοιχεῖον ἐγαλινούτω. Ἐπένων γὰρ τὴν ἀρχαῖαν φωνὴν, ὑπεμνήσθη τῶν παλαιῶν διαταγμάτων· Συνταχθῆτω τὰ ὕδατα εἰς συναγωγὴν μίαν, καὶ ὀφθητω ἡ ξηρά. Τότε παρεχώρει τῇ γῇ βουλομένῃ τὸ πρόσταγμα· νῦν μιμεῖται τὴν γὴν τῇ πλῆξει τῆς φύσεως, συστέλλει τὰ κύματα, συνάγει τὰ πνεύματα· τὸν χειμῶνα ἀποδύεται, τὸν τῶν μαθητῶν διεδέχετο φόβον· ἀπελογεῖτο τοῖς μαθηταῖς· ἠσυχῶσιν τὴν σωπὴν ἀνθ᾽ ἰκετηρίας προβάλλεται. Ὦ Δεσπότου σοφία καὶ διδασκάλου χρέηματα! Ἐπήγχειρε θάλατταν, ἔδειξε ναυαγίου ἐλπίδας· παιδευτήριον πίστεως τὴν θάλατταν ἀπεργάσατο. Τί οὖν τοῖς μαθηταῖς τοῦ φόβου τὰ χέρδε ἐγένετο; Καὶ ὁ θαυμάζων, φησίν, οἱ μαθηταὶ (65) λέγοντες· Ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλαττα ὑπακούουσιν (66) αὐτῷ; Ἀφ᾽ ὧν ἐφοβήθησαν, ἐδιδάχθησαν. Ἐγνώσαν τὴν ἀπωλείαν ἡμῶν, ἐγνώσαν τὸν κυβερνήτην τῆς κτίσεως· ἠβήσεν αὐτοῖς τὴν γνῶσιν τῆς θαλάττῆς ὁ φόβος. Ποταπός ἐστιν οὗτος; Εἰ τοῦτο ζητεῖτε, οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· αὐτῷ ἡ δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.