Ancient Greek
183.1
Basilius, Sermones Xli 183.1
Unproofread scanNot analysed yet
A λει τοις ὀμηλίζιν. Ὀλσει δεσπότην ὁμοῦ καὶ οἰκείην ἐν πᾶσιν ἀναστρέφοντας· ὁψει πέντητα παῖδα καὶ πλούσιον τὸ πρὸς ἀλλήλους οὐκ ἐγνωκότα· διάφορον, οὐ καθεδρας διαφοράν, οὐ παιδείας ἐναλλαγὴν· ἀλλ' ἐτι μένει καθαρὰ πάθους ἡ φύσις, ἄμιγης κακίας ἡ γνώμη· ἐλευθέρα πανουργίας ἡ προαίρεσις· ὀλογισμός, πονηρίας· ἀλλότριος ἡ ψυχή, πρὸς κακίαν ἀγύμναστος· οὕπω γὰρ ὕψωσε τὸν λόγον ὁ χρόνος· οὕπω χρημάτων ἐγέννησεν αἰσθησιν· οὕπω τοις τῆς εὐγενείας ἐμαθεν ἀνδὶσει τέρπεσθαι· οὐπω τὴν ἀκοὴν πέπληχται προγονικοὶς κατορθώμασι· οὕπω πάθεσιν ἀξίας μολύνεται· οὕπω τι μέγα τὴν κτῆσιν νενομίκεν· οὕπω τιμαὶ ἡ φύσις ἀγάλλεται· οὕπω φιλοδοξία ὁ τρόπος ἀγρεύεται· ἀλλ' ἐτι μένει τὸ τῆς φύσεως ἀπαρ' χάρακτον νόμισμα. Ἐὰρ μὴ στραφῆτε, καὶ γένησθε ὡς τὰ παιδία. Καὶ προσεπαύξων τὴν ἀνάγκην τῆς συμβουλῆς, Οὐ δύ- B ρασθον, φησίν, εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πάσης ἐξῆρας ὑδοὺ τὰς ἐλπίδας ἐκπέμψατε, καὶ τοὺς φιλοπρωτίας ἀπόθεσθε λόγους. Οὐ δυνατὸν γὰρ ἀξίας ὁμοῦ καὶ βασιλείας ἐρᾶν (53). Ἡ βασιλεία τῶν οὐρανῶν φιλόδοξον ἐραστὴν ἀποσείεταί· φιλοτίμων ἀποκρίνεται πόδων. Ταπεινοφροσύνην μισθὸς, οὐ φιλοπρωτίας καταγωγίον. Ἄρ' οὖν πρὸς μόνους, ὦ Δέσποτα, διαλέγη; Ἄρα μόνους οὐρανὸς τοὺς ἀποστόλους ἐκδέχεται; καὶ μέχρις αὐτῶν περιγράφεις τὸ δῶρον; Ὁστις οὖν, φησί, ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο. Κοινὸν ἐστὶ τῆς ταπεινοφροσύνης τὸ πάθος· κοινὴ ἡ τῆς βασιλείας ὁδός· ἡ τοῦ ἤθους μίμησις τὴν κτῆσιν ἐφέλκεται. Κτήτορα γὰρ ὑπερήφανον οὐρανὸς οὐ προσίεται· μισεῖ τὸ πάθος, κἂν ὑποκρίνεται πόθον· μισεῖ τὸν τρόπον, κἂν ἐρᾶν σηματίζεται. Ὁστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτος ἐστὶ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Τί περὶ πρωτείων διαπυνθάνεσθε; Λάβετε κανόνα τῆς γνώσεως, μάθετε τὴν ὁδὸν τῆς ἀξίας· ταπεινοῦσθε τὸν τρόπον, καὶ στεφανούσθε τῇ χάριτι.