Ancient Greek
183.2
Basilius, Sermones Xli 183.2
Unproofread scanNot analysed yet
δ. Τί οὖν, ὦ Δέσποτα, παῖδας ἀληθῶς γενέσθαι τῷ τρόπῳ καλεύεις; καὶ ποὺς τῆς νηπιώδους ταύτης ὁ καρπὸς προαιρέσεως; Ὁστις ἂν δέξηται, φησί, παιδίον ἕν τῷ ὀνόματί μου, ἐμὲ δέχεται. Τὴν ἐμὴν αὐτοῖς περιάπαντο τιμὴν, ἐν αὐτοῖς τὴν ἐμὴν θεραπείαν ὁρίζομαι. Ὁ γὰρ τούτους δι' ἐμὲ θεραπεύων, ἐμὲ δι' αὐτῶν φιλοφρονεῖται. Δεχέσθωσαν τὰς τιμὰς, οὓς τὰς ἐντολὰς περιέβλησαν. Τί οὖν, ἂν ὡς τὸν τρόπον θρασεῖς; Διὰ τῶν οὕτω διακειμένων τὸ θράσος γυμνάζει, τὴν τούτων πραότητα κακίας ὑλὴν ποιούμενος. Ἄν λοιδορῶσιν, ἂν ἐπιφέρωσι μάστιγας, ποία τις αὐτοῖς τῆς ἀδικίας θεραπεία;