Ancient Greek
201.2
Basilius, Sermones Xli 201.2
Unproofread scanNot analysed yet
ΛΟΓΟΣ ΔΓ'. Τοῦ αὐτοῦ, εἰς τοὺς ἐκ τῶν πέντε ἄρτων τραφέντας πεντακισχιλίους. α'. Ἐπαίνω μὲν ὑμῶν τῆς φιληκοίας (α) τὸν πόθον (17), ἀποδέχομαι δὲ τῆς φιλοθείας τὸν τόνον· οἶδα δὲ πόθεν ὑμῖν ὁ κάλλιστος οὗτος ἐμπέφυκε ζῆλος· οἶδα τὸν τῆς ἀρετῆς ὑμῶν παιδευστήν, τὸν πατέρα κατὰ ταύτων, καὶ ποιμένα, τὸν ἰατρὸν, καὶ κυβερνήτην· τὸν εὐαγγελικῶ διαπρέποντα βίῳ, ἀποστολικῆς δὲ πνέοντα χάριτος· τὸν συρίγμασι πνευματικοῖς πρὸς τοὺς οὐρανίους ἡμᾶς χειραγωγούντα μειμῶνας, τὸν τῶν πνευματικῶν συλλαβῶν θησαυρόν· τὴν ἐμφυχὸν τῆς φιλανθρωπίας εἰκόνα· τὸν τὴν πρᾶσιν τὰ τοῦ νόμου αὐξήσαντα, τὸν θυμὸν μὲν ἀείρων, ἡδοναὶ δὲ πάσαις ἀκαταγώνιστον, σοφίᾳ δὲ λάμποντα, καὶ ἀρεταῖς στεφανούμενον. Ἄλλὰ πολὺς μὲν τῆς τοῦ θανάτου κατηγορίας ὁ πλοῦτος, καὶ τῆς ὑμετέρας, ὡς ἔφη, φιληκοίας τὸ πλάτος. Ἐγὼ δὲ πῶς ὑμῖν τὴν πεινῆσαν παραθήσομαι τράπεζαν;