Ancient Greek
201.5
Basilius, Sermones Xli 201.5
Unproofread scanNot analysed yet
μᾶλα μακρόν, ἀτέρμωρα, νήρυστον ὕπνον. Τὸν μακρὸν ζωοῖσι φέρων αἰώνιον ὕπνον. πῶς ἐστιδῶν λόγων βραχύτητι τὴν ἀπλήρωτον τῆς ἀκοῆς γαστέρα; πῶς ἀρχέσει γλῶσσα πτωχή, τοσούτον εὐφρᾶναι λαόν; ἢ τὰς τῶν ἀποστόλων εὐχαλῶν ἀναβοήσαι φωνάς, Πόθεν ἡμῖν ἐν ἐρήμῳ ἄρτοι τοσούτοι (18), ἵνα ὁ πλούσιος πάλιν Δεσπότης τὴν πεινίαν γυμνώσας, τὴν ἀφενδίαν χαρίσηται; Ἦκολούθει, φησί, ὄχλος πολὺς τῷ Σωτῆρι· τῷ ποιμένῳ τὰ θρέμματα, οἱ νοσοῦντες τῷ τὰς νόσους ἐλαύνοντι, οἱ δοῦλοι τῷ τῶν ψυχῶν ἐλευθερωτῇ. Μίαν εἰδον ὅδὸν ἀπλάνην, καὶ πρὸς ταύτην ἅπαντες ἔτρεον· ὁ βουλόμενος εἴπετο, ὁ νοσῶν τοῦ νοσήματος ἀπηλλάττετο· ἤπλωτο πηγὴ φιλανθρωπίας, καὶ πάντες ἤπλουν. Ἐλαθον τοίνυν ἑαυτοὺς ἄχρι τῆς ἐρήμου τὴν ὁδοπορίαν ἐκτείναντες. Πάλαι μὲν οὖν ἐν ἐρήμῳ, διὰ Μωϋσέως νομοθετὸν ὁ Θεός, πυρὶ τὸ Σιναιον περιέβαλεν ὄρος (19)· καὶ φλὸξ ἀναπομένη πρὸς οὐρανὸν ἠκοντίζετο (a)· καὶ φόβος, καὶ γνόφος, μετὰ σαλπίγγων καὶ ἀλαλάζοντες ἤχοι· τοὺς ὁρῶντας κατέπληττον. Ἄλλὰ νῦν τὸν φόβον ὁ Δεσπότης ἀφεῖς, μορφὴν περιεβάλετο δούλου, ἐν ἀνθρωπότητος φύσει τὴν φιλανθρωπίαν ἐπιδεικνύμενος. Πάλαι μὲν γὰρ ἤκουεν· Ἐξαγαγέτω (20) ἡ γῆ βοτάνην χόρτον· νῦν δὲ ἡ τῆς ἡμείρου τράπεζα καρποφοροῦντα τὸν Δεσπότην ἐκδέχεται.