Ancient Greek
244.2
Basilius, Sermones Xli 244.2
Unproofread scanNot analysed yet
Ὡς ἡ ἀκτίστος καὶ ἀψύχου οὐσία τοῦ Λόγου καὶ πρὸς πᾶσαν ἀκοινωνητος· κτισιν, ἢ προσβλέπει τὰ Χερουβὶμ οὐ τολμᾷ, κἂν τῶν λοιπῶν ὑπερέχῃ ταιγμάτων, αὕτη κοινωνίαν ἡσπάσατο πρὸς τὴν ἀσθενῆ καὶ γεωδὴ τῆς ἀνθρωπότητος φύσιν; Καὶ γέγονε μυστήριον, ὅπερ μέχρι τῆς σήμερον μένει μυστήριον, C καὶ οὐδέποτε πώσεται τοῦ εἶναι μυστήριον. Τότε κατεῖδεν ἡ κτίσις, ὁ μὴ τεθείασι πρῶνη· υἱὸν, τῆς τεκοῦσης πατέρα· βρέφος, τῆς μητρὸς προπάροχον· παιδίον τῶν αἰώνων ἀρχαιότερον. Οὐ γὰρ ἦν φίλος ἀθρόων ὁ τεχθὲς· ἀλλὰ Θεὸς Λόγος ἐκ Παρθένου σαρκωθεὶς, τὴν ὁμοούσιον ἐμοὶ σάρκα περιβαλλόμενος, ἵνα τῷ ὁμοίῳ τὸ ὁμοιον ἀνασώσῃται. Εἰ γὰρ ἑτερον ἔχει σῶμα παρ’ ἐμᾶ, εἰ μὴ τῆς ἐμῆς σαρκὸς ἐκοινωνήσεν, ἐμὲ τῆς ζωῆς οὐκ ἡξίωσεν· εἰ μὴ τὴν ἐμὴν ἐπώχευσεν οὐσίαν, ἐγὼ θεῖχην οὐκ ἂν ἐπλούτησα βασιλείαν. Προῆλθε τοίνυν ὁ Ἐμμανουὴλ εἰς τούτον ἄν καὶ πάλαι πεποίηκε κόσμον, παιδίον μὲν πρόσφατον, Θεὸς δὲ προαώνιος· ἐν φάτνῃ ἀνακλινόμενος, ἐν καταλύματι τόπων οὐχ ἐγκλίτων, καὶ τὰς αἰωνίους σκηπὴς ἡτοιμάσεν· ἐν σπηλαίῳ κατακρύμνος, καὶ δι’ ἀστέρος μηνυόμενος· ὑπὸ μάγων δῶρα δεχόμενος, καὶ πταισμάτων λύτρα δωρούμενος· ὑπὸ Συμεῶνος ἐν ἀγκάλαις φερόμενος, καὶ τὰ πάντα θεϊκῶς ἐναγκαλιζόμενος· ὑπὸ ποιμένων βρέφος θεο-