Ancient Greek
245.1
Basilius, Sermones Xli 245.1
Unproofread scanNot analysed yet
A ρούμενος, καὶ ὑπὸ στρατιῶν ἀγγέλων, ὡς Θεὸς γνωριζόμενος, τὴν ἐν οὐρανοῖς αὐτοῦ δόξαν, καὶ ἐπὶ τῆς εἰρήνην, καὶ ἐν ἀνθρώποις εὐδοκίαν (76), ὑμνοῦντων. "Απερ ἀπαντα ἡ ἁγία Μήτηρ τοῦ Κυρίου τῶν ὅλων, καὶ ἀληθῶς Θεοτόκος ἐν τῇ καρδίᾳ συμβιβάζουσα, καθὼ γέγραπται, ταῖς προσθήκαις τῶν περὶ αὐτοῦ παραδόξων πραγμάτων (77), ἐπολαλιστάσης τῆς καρδίας τὴν ἀγαλλίασιν, φαιδρουμένης τε ἅμα καὶ ἐκπληττομένη, ταῖς τοῦ Υἱοῦ καὶ Θεοῦ παρεμφαινομέναις μεγαλειότησιν. "Ὅτε γοῦν τὸ θεῖον ἐκεῖνο τεθέαται βρέφος, φθόνοις καὶ πόθοις ὡς οἷμαι κρατουμένη, τοιαῦτα μόνη διελέγετο μόνη. Ποία-ἐπὶ σοι, παιδίον, εὑρῶ προσγγορίαν ἀρμόττουσαν; 'Ανθρώπου; ἀλλὰ θεϊκὴν ἔσχες τὴν συλλήψιν. Τοῦ Θεοῦ; ἀλλ' ἀνθρωπικὴν ἔλαβες σάρκωσιν. Τί οὖν σοὶ οὐ διαπρά- B ξομαι; γαλακτοτροφήσω, ἢ θεολογήσω; 'Ὡς μήτηρ θεραπεύσω, ἢ ὡς δοῦλη προσκυνήσω; 'Ὡς υἱὸν περιτεύξομαι, ἢ ὡς Θεὸν προσεύξομαι; "Επιδοῦν γάλα, ἢ προσενέγκω θυμίαμα; Τί τὸ ἀρρήτον τοῦτο θαῦμα καὶ μέγιστον; 'Ὁ οὐρανός, θρόνος σοι ὑπάρχει, καὶ ὁ ἐμὸς σε κόλπος βαστάζει. 'Ὁλος τοῖς κάτω ἐπέστης, καὶ οὐδ' ὅλιως τῶν ἄνω ἀπέστης· οὐ γὰρ τοπικὴ γέγονεν ἡ κατάβασις, ἀλλὰ θεϊκὴ πείπρακται συγκατάβασις· ὑμνῶ σου τὴν φιλανθρωπίαν, οὐκ ἐρευνῶ σου τὴν οἰκονομίαν.