Ancient Greek
248.1
Basilius, Sermones Xli 248.1
Unproofread scanNot analysed yet
δὲ προθεσμίαν τῇ φύσει κατὰ μικρὸν ἀπορίσαι τὴν δύναμιν. Μέγα μὲν οὖν ἔστι, καὶ λαμπρὸν τοῦ ἡλίου τὸ φῶς · τὰς δὲ τῶν ἀνθρώπων χρεῖας μόνον ἱσάμετρον. Οὐ μὴν τοιούτου τοῦ Δεσπότου τὸ φέγγος (οὐ γὰρ δίκαις παραβάλλεσθαι τὸ κτίσμα τῷ Κτίσαντι) οὐτὲ συγχρίσει τῶν ἡλιακῶν ἀκτίνων τιμωμένου, τὸ διαδοχῆς νυκτὸς μὴ κρυπτομένου, ἀλλὰ τοῦτο ἀνθρώποις ἐκπλήκτον, καὶ ἀγγέλοις ἀπρόσιτον. Τοῦτο τὸ φῶς ὁ Δεσπότης Χριστὸς περιβαλλόμενος καθάπερ τροπαιοῦχος ἐξ οὐρανοῦ παραγίνεται τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ πρὸς ἀνθρώπους ποιούμενος μεταβαλὼν γὰρ τότε τοῦ πολέμου τὸ σχῆμα (86) τὴν τοῦ νενικηκότος στολὴν περιβάλλεται · οὕτω γὰρ ὁ προφήτης φησι. Διὰ τί σοι ἐρυθρὰ τὰ ἱμάτια; Πολέμου γὰρ ζωμὸς τὴν ἐσθῆτα τοῦ πολυμουνοῦς ἐφοίνιξεν. Ἐπειδὴ γὰρ Θεῷ πάσης οἰκονομίας φιλανθρωπικὸς σκοπός, ποικίλως ἀνίει τὸ βούλημα, καὶ ταπεινὰ πρὸς τὴν χρείαν ἐνδύεται σχήματα. Οὕτω περιπατῶν ἐν παραδείσῳ κρυπτόμενον τὸν πρωτόπλαστον εἰς διάλογον καλεῖ, οὕτως αὐτῷ πάλιν φανὴλ πρὸς ἀνθρώπους λαλοῦντι ἐμπίστευσεν. Ἄλλ' ἐπ' ἑσχάτων τῶν ἡμερῶν ἀνθρωπότητος ἐπιλαβόμενος ἐπιφαίνεται διὰ τῶν τῆς φύσεως ἀεὶ νομίων, τοὺς πάθεις διὸ γένος πιστούμενος, τόκους, καὶ γάμην, καὶ σπάρματα, περιτομὴν, καὶ καθαρισμὸς, καὶ νομίμων λῦτρων ἀντίδοσις (87) · σταυρὸς ἐπὶ τούτοις, καὶ πᾶθος, καὶ θάνατος. Ἄλλ' οὕτω μὲν τὰ πρῶτα τῆς οἰκονομίας ἐν ταπεινῷ τῷ σχήματι, καὶ τῇ χρείᾳ μετροῦσθας τὴν θέαν · ἐν δὲ τῷ καιρῷ τῆς δευτέρας ἐπιφανείας ἀλλάττει τὸ σχῆμα · οὐκέτι ταπεινὴν (88), ὡς τὸ πρότερον, ἀλλὰ φοβεράν καὶ φαίδραν ἐργαζόμενος.