Ancient Greek
248.2
Basilius, Sermones Xli 248.2
Unproofread scanNot analysed yet
β'. Ἐκείνης τοίνυν τῆς παρουσίας τὴν δόξαν τοὺς μαθητὰς ἀναπετάσαι βουλήμενος, ἐλάλησεν · Εἰσὶ τινες ἐξ ὑμῶν, οἱ οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ δόξῃ (89) τοῦ Πατρὸς αὐτοῦ. Ὑμεῖς μὲν οὖν πρὸς τὸ ταπεινὸν ἀφορῶντες τὸ σχῆμα ἀγνοία λογισμοῦ τῆς κρυπτομένης σοφίας οὐ καθορᾶτε τὸ βάθος, καὶ μέτρον ὑμῖν τῆς γνώσεως γίνεται τὸ μέτρον τῆς ὄψεως. Τοσοῦτον γὰρ χρόνον ἔχω μεθ' ὑμῶν (90), καὶ οὐκ ἐγνώκατέ με; Οὐκοῦν ἐκκα-