Ancient Greek
31.1
Basilius, Sermones Xli 31.1
Unproofread scanNot analysed yet
μερίζουσα (37), οὐδὲ λογισμοῦ διάκρισις ζυγοστατοῦσα τῶν πρακτέων τὴν αἵρεσιν· ἀλλ' ὁμοῦ τε κελεύει φύσις, καὶ ἐς τὸ πράττειν ἐπειγεται μὴ πολυπραγμαυνούσα τὸ πρόσταγμα. Ἄνθρωπος δὲ λόγῳ τετιμηται, καὶ προαιρέσει κεχρισμένος, καὶ αὐεξουσίᾳ γνώμῃ ἀστράπτει, βουλῆματι ἀδούλων ἔχων τὸ φρόνημα, αὐτοδέσποτον ἔχων τὴν πρόθεσιν, ἀβίαστον δεῖκνὺς τῶν πρακτέων τὴν αἵρεσιν. Ἐντεῦθεν τὸ μὲν ἐκλέγεται, τὸ δὲ πρὸς τὸ δοκοῦν παραπέμπεται· καὶ τὸ μὲν ἀποστρέφεται, τῷ δὲ προστίθεται· καὶ βασιλεύων αὐτεξουσίων βουλεύματι, πλουτεῖ ταῖς τῆς γνώμης αἵρεσει. Διὰ τοῦτο διδούς νόμον Θεός, οὐκ ἀνάγκην πρὸς τὸ πράττειν προστίθησιν, ἀλλ' ἐντελλεται τὰ δοκοῦντα, καὶ τῷ θέλειν τὴν πρόθεσιν ἀφήνει, χῶν ὁ προσταττόμενος παραβαίν τὸ πρόσταγμα, οὐδ' οὕτως μεταλλάττει τὴν φύσιν, οὐδὲ νόμοις ἀνάγκης δεσμεύει τὸν παρακούσαντα, οὐδὲ ἀφαιρεῖ βίᾳ τὴν χάριν, οὐδὲ περισπᾷ τὸ δῶρον ἀνάγκη, οὐδὲ νοθεύει τὴν γνώμην, παρατρέπων τὴν φύσιν· ἀλλ' ἔων τὸ τῶν λογισμῶν αὐτοδέσποτον, σωφρονίζει τιμωρίας τὸν πλημμελήσαντα· τῷ δὲ κρατοῦντι λογισμῷ τὰς τοῦ σώματος ἡνίας ἐπέτρεψεν (38)· καὶ καθάπερ ἄρματι τῷ σώματι τὴν ψυχὴν ἡνίοχον ἐπιστήσας, τὸν δρόμον τῆς ἀρετῆς ἐλαύνειν παρακελεύεται. Ἐνταῦθα τοίνυν, εἰ μὲν νήφου ὁ λογισμὸς ἀνέχῃ τὰς ἡνίας τοῦ σώματος, τρέχει δρόμον προξευόντα τὸν στέφανον· ἐπινοστάζας δὲ καθάπερ ἵπποις τοῖς πάθεσιν, Ἐλαδεν ἑαυτὸν κατὰ κρημνὸν καὶ δυσχωρίας φερόμενος· καὶ τελευταίον καταβληθεις, ἕλκεται κεκονιμένος, αἰχμάλωτος ἄρματος οἰκείου γενόμενος, καὶ συρόμενος κέρας. Τυλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με λύσειται ἀπὸ τοῦ σώματος τοῦ θανάτου τούτου; Προδοὺς γὰρ ῥαθυμίᾳ τὴν δεσποτείαν, γίνεται δοῦλος παθῶν· καὶ πάθεσιν ἀλογίστοις ὁ λογισμὸς παραχωρῶν τὸν θρόνον, δοῦλος ἠλέγχθη τούτων, ὧν οὐν ἐτέχθη δουλεύσθαι. Πρὸς τοίνυν τοῖς ἄλλοις, οἷς Θεὸς τιμήσας τὸν ἄνθρωπον φαίνεται, καὶ λογισμῷ αὐτεξουσίου δωρεὰς ἀμφιέσας, δέδωκε νόμον αὐτῷ, γυμνάζων τὴν αἵρεσιν· καὶ καθάπερ ἐν δέλτῳ τῷ φυτῷ διαγράφας τὴν ἐντολὴν, τὴν ἔνδον κρυπτομένην διάγνωσιν ἀνεκλίνης, ὑπακοῆς καὶ παρακοῆς διαφορὰν ἐπὶ τοῦ ξύλου προσγράψας. Ἐντεῦθεν γνωστὸν καλοῦ καὶ