Ancient Greek
32.1
Basilius, Sermones Xli 32.1
Unproofread scanNot analysed yet
τονῆρου τὸ ξύλον ἐπωνομάζεται· ἀφ' ὧν γὰρ οὗτος ἐδιδάχθη, ὑπὸ τούτων τὸ ξύλον ἐκλήθη· καὶ ἡ τοῦτου διδασκαλία, τοῦ φυτοῦ προσηγγορία. Ἐκεῖ γὰρ, ὡς ἔφη, τῷ Ἀδὰμ ἡ γνῶσις ἐμελέτηστο, καὶ τὸ λογικὸν ἐγυμνάζετο· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγή· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ φάγεσθε ἀπ' αὐτοῦ. Ἔχε τὴν ἀπόλαυσιν ἡμέρων, στήσον μόνον τὴν χεῖρα πρὸς ἄτοπον βρώσιν ἐπειγομένην. Δεῖξον τῇ τοῦ νόμου φυλακῇ, τὴν τοῦ νομοθέτου τιμὴν. Δίδου μοι χάριν τὴν χεῖρα συστεῖλας, τὸν ὅλον παραδείσου δόθηρα, ἔνθα ξύλον μόνον προτίμησον· σὲ δικαστὴν τῆς ἑμῆς ἐποιήσαμένη τιμῆς· ἀμεῖδου τὸν εὐεργέτην περιφρονήσεις τῆς γεύσεως. Διὰ τοῦτό σοι τὸν θάνατον φόβον τῷ νόμῳ προσήνεγκα, βοηθοῦντά σοι πρὸς τὴν παράνομον ὀρεξιν· κἂν ὁ λογισμὸς πρὸς αὐτὴν διλαζαίνη, τῇ φόβῳ στηρίζεται· νεῦρον γὰρ πρὸς ἐγκράτειαν ὁ τῆς παραβάσεως φόβος. Σὺ δὲ μὴ φόβῳ τὴν τιμὴν, ἀλλὰ πόθῳ προσένεγκε. Φυτὸν γενοῦ μεῖζον, τοῦ παραδείσου λαμπρότερον· δρέψομαί σου κάγω τὴν ὑπακοήν, ὡς καρπὸν ἀγαθὸν τῆς προαιρέσεως. Προσένεγκέ μοι τῶνόν τὴν γνώμην· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγή. Πλάτουν τῆς ἐπιθυμίας τοὺς ὄρους· νικᾷ γὰρ σου τὴν χρείαν, ἡ τῆς χορηγίας βαλβίς· ἀντὶ πλοῦτου ταῖς ἐπιθυμίαις παράδεισος. Ἄλλ' ὅπου τὸν νόμον γεγραμμένον ὁρᾷς, ἐκεῖ τὸν πόθον ἀνάστελε· παρατοῦ ἀχὴν τῆς τροφῆς, ὡς ζωῆς δηλητήριον. Ἀπόστρεφε τὸ βλέμμα χειραγωγούμεν πρὸς παραδείσιν· φῶς τὴν θέαν, ἴν' ἔχῃς τὸ σῶζεσθαι· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγή. Ἀκόλουθὸς ὁ νόμος τῷ χρόνῳ. Πρόσφορα τῷ καιρῷ τὰ ἐντάλματα. Ποῖον γὰρ ἂν νόμον ἔρμοσε τὸ, Μὴ φοντεύσης, τίνι; καὶ διὰ τί; Μὴ κλέψης, τὰ τίνος; καὶ, Μὴ μοιχεύσης, τὴν τίνος; Ποῖον γὰρ ἂν αὐτὸν κάλλους βέλος ἐτόξευεν ἕτερον, ἢν τὴν βολὴν φυλάξας, φύλαξ γένηται τοῦ προστάγματος; γ. Τέως μὲν οὖν ὁ Ἀδὰμ ἀκίνδυνος ἀπήλαυε, καὶ τὴν ἀδίκης ἡ τρυφή, ἀμικτὸς ὁρμῶντος ἰοῦ. Ἄλλ' ἤγεν τὴν θέαν πρὸς βακανίαν διάβολον, καὶ πληγείς οἱ ἔβλεπεν, ἀντιπλήττειν πειρᾶται τὸν πλήττοντα. Εἶδε πάσης κτίσεως ἔχουσαν ἀμέριστον, εἶδε θαλάττης δεσποτεῖαν ἐγχειρισθεῖσαν, ζῴων ὑποκυπτοῦσας ἀγέλας, παραδείσου οἰκητήριον, νύμφην χειρὶ πλαττομένην Θεοῦ, προῖκα διδομένην τὴν κτίσιν, νυμφοσολοῦντα Θεόν, καὶ φθόνῳ βαλλόμενος, ὅριν ὁ θηριώδης ἐνδύεται· δρεῖς ἤγιοχος, μετὰ τὴν τοῦ ἀέρος ἡνιοχίαν (39) καθίσταται, πράξεσιν ἀτίμοις ἀτίμως ἐπαισθόμενος. Ὁ γὰρ προσχρωὺν Θεῷ, καὶ πρὸ τῆς τιμωρίας, τιμωρίαν ἔχει τὴν ἀτιμίαν. Οὕτω τοίνυν δρεῖως ὑποκριτὴς γεγονὼς, πρότεσι τοῖς ἐπιβουλευομένοις τὸν κηδεμόνα μιμούμενος, καὶ τῷ Ἀδὰμ πῶς ἀφεῖς τὸ τῆς συζυγίας εὐχείρωτον, ἕτερον περιεξέρχεται μέρος, ἀπὸ τῆς πλευρᾶς τοιχωρυχεῖν