Ancient Greek
44.1
Basilius, Sermones Xli 44.1
Unproofread scanNot analysed yet
A ἀλλ' ἡ τῆς γνώμης ἀπόνωια, καὶ τοῦ πάθους τὸν φόδον παρέδιδεπεν. Οὐδεὶς ἐν αὐτῷ τὸν φιλόθεον Ἄβελ ἐξηλώσεν, ἀλλὰ νεκρὰν ἠγοῦντο τὴν ἀρετὴν, τὴν καὶ ἐν νεκρῷ φθεγγομένην τῷ σώματι. Εἰ δὲ τι καὶ λείψανον ἀρετῆς ἐν αὐτῷ κατελείφατο, καὶ τοῦτο ταχέως δι' ἐπιμειξίας ἐσβέννυτο, καὶ τῶν ἀτόπων ἡ μίμησις ἅπαν χρηστότητος ἤχου ἀπήλειρεν. Τοιούτω δὲ φθοροποιῷ λοιμῷ κατεχομένης τῆς κτίσεως, καὶ λῦθρῳ ψυχῶν καὶ σαρκῶν μολυνομένης, ἐδυσφόρουν μὲν τῶν ἀγγέλων αἱ τάξεις, καὶ τῆς ἀνομίας τὴν πυρκαϊὰν ἐπωδύροντο· σχαλλον δὲ κολάσεως βραδυνούσης, καὶ τὰς τῆς κτίσεως εὐδουίας ἀναχαιτίζειν ἐβούλοντο, κατὰ τὴν Παύλου φωνήν· Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκούσα.