Ancient Greek
44.2
Basilius, Sermones Xli 44.2
Unproofread scanNot analysed yet
B β'. Ὡς οὖν ἀνίατον ἦν τὸ δεινόν, καὶ ἡ νόσος ἡμξάνετο, καὶ τὰ τῆς ἀσεβείας προέκοπτε, κινεῖται πρὸς κάθαρσιν τῶν πραττομένων τὸ Θεῖον, καὶ προκηρύττει κατακλυσμὸν, τὰ ῥέματα τῆς ἀσεβείας στήσει τῷ φόβῳ βουλόμενος. Καὶ προορίζει τὸν χρόνον, καὶ μετανοίας πηγνύσι μέτρα, καὶ προλαμβάνει τὴν χόλασιν, ἰδεῖν τοῦ τρόπου τὴν μεταβολὴν μηχανώμενος. Καὶ τί φησιν; Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Οὕτως τῆς τιμωρίας ὁ φόβος· ἐπάγει καὶ τῆς μετανοίας τὸν ὄρον, εἰπών· Ἔσορται δὲ αἱ ἡμέραι αὐτῶν (72)'. Διδῶμι, φησὶ τῆς μετανοίας τὸν χρόνον, ἵνα ἴδω τὸν τρόπον μεταβαλλόμενον, καὶ συμπλατύνω τῇ προλαβοῦσῃ κακίᾳ τῆς ἐμῆς φιλανθρωπίας τὰ διαστήματα. Ὅσῳ τὸ πάθος ἐσκληρώται, τοσοῦτω τῆς μετανοίας φέρω τὸ φάρμακον. Νόσημα πολυχρόνιον, πολυχρόνιος περιοδεύει μετάνοια· ἐπεὶ γὰρ τοῦ κατακλυσμοῦ τὰς ὠδείνας· προθεσμίᾳ τὴν χόλασιν ἀναβάλλομαι· ἔχουσιον γὰρ θεραπείαν ἐκδέχομαι. Τοιαῦτα μὲν ἡ φιλάνθρωπος χάρις, τῇ τῆς τιμωρίας μεταβολῇ τὴν μετάνοιαν ἐλκούσα· ὁ δὲ τὸ πάθος φιλανθρωπίας οὐκ ἔχρησεν. Ἄνηλτω οὖν ἅπας τῆς μετανοίας ὁ χρόνος· ἡ δὲ τῆς ἀσεβείας οὐκ ἐπαύετο νόσος. Τοῖς μενοῦν Νινευίταις ὑστερον τριήμερον μετανοίας διάστημα γέγονεν πρὸ σωτηρίαν ἐφόδιον, καὶ τὸ στενὸν τῆς προθεσμίας τῇ μεταβολῇ τοῦ τρόπου νικήσαντες, προφευτικὴν ἀ-όρασιν ἐδῆσαν, θείαν ἀπειλὴν τοῖς δάκρυσιν ἡμερώσαντες. Οὕτω δὲ τοσοῦτον πλῆθος τῶν εἰκὴ δεδεντῶν ἐτῶν παρεβλέπον, αὐτὸν τῆς μετανοίας τὸν χρόνον συνεργὸν εἰς ἀτέλειαν ἐργαζόμενοι, τὴν τῶν πονηρίας ὑπέρθεσιν, τιμωρίας ὑπέρασιν ἔχουτες (73). Καὶ τότε δὴ ἀναλαμβάνει τὸν Νῶε, καθάπερ χρυσὸν ἐν βορβόρῳ θεωρήσας ἀστράπτοντα, καὶ θησαυρὸν ἀρετῶν ἐν δυσώδει τάφῳ κρυπτόμενον, κι-