Ancient Greek
48.1
Basilius, Sermones Xli 48.1
Unproofread scanNot analysed yet
κατὰ τὸν Νῶε διήγησιν εἰς μέσον ἀνέγκαυτες, καὶ τὰς φοβερὰς τοῦ κατακλυσμοῦ συμφοράς μνησθέντες, πρὸς πέρας ἀφικέσθαι τῷ λόγῳ τῆς ἀπεράντου κρίσεως οὐκ ἰσχύσαμεν· ἀλλὰ τὴν κτίσιν ἅπασαν ἀπανδρὸν ὁ λόγος βαπτισμένην ὁρῶν, καὶ πρὸ γε τοῦ κατακλυσμοῦ τοῖς τῆς πονηρίας ναυαγήσασιν καμασί, τῇ τῆς μνήμης ἐκπλήξει πρὸς σωτηρίαν ὑπενέχθη· ὅτε κιβωτὸς τὸν σπινθῆρα τῆς φύσεως ἐκρύπτε (82), καθάπερ ἀγκάλαις αὐτὸν περισφίγγουσα (83)· ὅτε οὐρανὸς ἠλάσθαι βρονταῖς (84), καθἄπερ δικαστικαῖς φωναῖς· τοὺς ὑπευθύνους βοῶν· ὅτε γῇ πάλιν ἀβύσσῳ καὶ σκότῳ (85) συνέχετο, καὶ πρὸς τὴν ἀρχαίαν ἀκοσμίαν ὁ κόσμος ἀνέκαμπτεν· ὅτε ἥλιος ἀπετείχιζέτο νέφεσιν, ὅτε γυμνὸν τοῦ φέγγους τὸν δρόμον ἐπλήρου, καὶ οὔτε χάρις σελήνης, οὔτε θῦς ἀστέρων· ἀλλὰ νὺξ διεδύχετο νύκτα, καὶ τῆς ἡμέρας ἡ κτίσις ἐχρήσε, καὶ δροῖ συνεγόντο φύσεως, κατὰ ἀσεβείας παραταττομένου. Ἄλλὰ μέχρι τούτων ἡμῖν ὁ λόγος ἐστὶ μὴ φεύγων τὸν φόβον τῆς διηγήσεως. Νυνὶ δὲ πάλιν ταῖς ὑμετέραις τεθαρρηκότες εὐχαῖς, τὴν περὶ αὐτῶν διήγησιν ἀνειλήφαμεν, τὴν ἐν τῇ γραφῇ μεταλλευούσας βάθος. Πειλάγει γὰρ ὄντας ἀμετρήτους τὴν γραφὴν τὰς ἀπεικονήσας (86) οὐκ ἂν ἀμάρτοι τοῦ δέοντος. Τότε γὰρ ἐπικύδιον τῆς ἀναγνώσεως τὴν χάριν προβάλλεται, καὶ τῷ λογισμῷ τὸ βάθος μετρούμενον, ἀμέτρῳ θαύματι καταπλήττει τὴν ἄνοιαν.