Ancient Greek
48.2
Basilius, Sermones Xli 48.2
Unproofread scanNot analysed yet
β. Τῆς τοίνυν τοσαύτης κατὰ τῶν ἀσεβούντων κινήσεως τὴν αἰτίαν πρῶτον ὁριζομένη, ταῦτά φησι· Καὶ ἐγένετο ὡς ἠξαντο (87) οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς, ἰδόντες δὲ οἱ υἱοὶ (88) τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαὶ εἰσιν, ἔλαβον ἑαυτοῖς ἀπὸ πασῶν, ὧν ἐξελέξαντο. Πῶς οὖν ἂν εἴη τοῦτο τῆς τοσαύτης τιμωρίας ἐπάξιον; Ἄν γὰρ τὸ καλὸς ἐθαύμασαν, τούτων τὸν γάμον ἠπάσαντο. Πρόθεος γὰρ τῷ γάμῳ τὸν νόμον (89), καὶ τὸ κάλλος εὐρίσκεται κατηγορίας ἐλεύθερον. Ἄλλ' ὅταν ἡ Γραφὴ κατηγορῇ, μὴ παρέργως τὸν λόγον ἀκούωμεν· ἴδωμεν γὰρ τῆς τολμῆς τὸ μέγεθος, ἵνα μά-