Ancient Greek
50.1
Basilius, Sermones Xli 50.1
Unproofread scanNot analysed yet
καταψηφίζονται φύσεως, ἵνα τοὺς ἀθλίους τῶν ἀν-θρώπων τοὺς πλάσας ἐδικαιώσωσιν. Οὐ τοίνυν ὁ λόγος ἐνταῦθα ἀγγέλων καθίσταται· ἀλλ’ οὐδὲ ὑπὸ τοῦ Θεοῦ κέκληται τῶν ἀγγέλων οὐδεὶς· ἄνθρωποι δὲ μόνοι τῇ κλήσει σεμνύνονται. Ἐφ’ ᾧ γὰρ ἡ τῆς εἰκόνος ἀξία, ἐπὶ τούτων τῆς υἱοθεσίας συνέρχεται τὸ δῶρον. Οἱ οὖν ἐστιν ὁ φραίν· Ἵδοῦντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων; Τὸ γένος προστάγματι θεῖῳ διηρεῖτο. Δυὸ γὰρ παῖδες ἐξ Ἀδάμ παραληφθέντες, ὁ Καὶν τε, καὶ ὁ Σῆθ, ὀρχὴν ἐκάτε-ρος ἐξ αὐτοῦ τῇ φύσει δεδώχασιν. Ἄλλ’ ὁ μὲν Καὶν ἀδελφικὴν δεξάμενος αἵματι φονίξας· ἀδελφικῶ, αὐτὸς μὲν τρόπῳ πολυχρονίῳ (94) καταδικάζεται, νόμος μετὰ τὸν φόνον περὶ φόνου τοῖς ὁμοίαι γινόμενος· διάδοχον δὲ τῶν παρανόμων τρόπων τὸ γένος κτησά-μενος, κληρονόμους καὶ τῆς κατάρας (95) τοὺς ἐγ-γόνους κατέλιπεν. Ὁ δὲ Σῆθ ἐπαινετὴν τῆς ἀρετῆς τὸν Δεσπότην κτησάμενος, καὶ τῷ τρόπῳ πρὸς τὸν Ἄβελ· δραμὼν, γέρας ἀρετῆς τὸ καλεῖσθαι παῖδας Θεοῦ τοὺς ἑαυτοῦ παῖδας (96) ἔδωκε· καὶ κλήσις νικήσασα τὴν φύσιν, τὴν ἀξίαν ἐκτήσατο. Οὕκοῦν, εἰ καὶ τῇ γένει συνήπτοντο, τῷ γοῦν τρόπῳ διέσταστο. Καθάπερ ὑστερὸν νόμος τοὺς Ἰσραηλίτας τῆς τῶν ἰδίων ἐπιμιξεως ἐχώρισε, καὶ διάταξις τῆς ἐπὶ τῆς ἐκείνους ὁμιλίας ἀπετείχιζεν, ἵνα τῆς εἰδωλολατρίας ἀνατείλῃ τὴν μίμησην· οὕτω καὶ τοῖς πρώτοις τῶν ἀνθρώπων ἐνομοθέτει Θεός, τῷ χωρισμῷ τῆς κακίας τὴν ἀρετὴν φυλάττων ἀνδύεσθαι. Οἱ μὲν οὖν υἱοὶ Θεοῦ χρηματίζουσιν οἱ υἱοὶ τοῦ Σῆθ, σύμβολον τῆς· πρὸς Θεὸν οἰκειότητος τὴν προσγγορίαν ἐπιφερόμε-νοι. Οἱ δὲ τοῦ Καὶν τὴν τῶν ἀνθρώπων ἔφερον κλή-σιν, γυμνὴν ἀξίας τὸ τῆς φύσεως ὄνομα φέροντες. Καὶ δύο τινὲς βύακες τοῦ γένους (97) ἀλλήλων κε-χρισμέναι προῆσαν. Ἄλλὰ χρόνος ἐν μέσῳ πολὺς καὶ οἱ τοῦ Σῆθ ἀπόγονοι, οἱ τὴν ἀγαθὴν μερίδα διαλαχόντες, οἱ καὶ προσγγορίᾳ τετιμημένοι, καὶ τῆς πατρῴας εὐλογίας διάδοχοι, θυγατέρας ἐν τοῖς τοῦ Καὶν ἀπογόνους ὁρῶντες ὡραίας, λαμπράς, καὶ κάλ-λεσιν ἀνθοῦσας· ταῖς ἐπιθυμίαις τὸν λογισμὸν παρα-δόντες αἰχμαλώτων, τὰ μὲν τοῦ Θεοῦ πατοῦσι προσ-τάγματα, ταῖς δὲ τῶν καταρτῶν συμπλοχαῖς ἀναφύρονται, θνητὴν ἀπόλαυσιν ἀθανάτου πόθου προτιμήσαντες, καὶ νοθεύουσι γένος δι’ ἀρετῆς ὀδεύ-σον καὶ ταῖς παρανομίαις ἡ φύσις ἐκαπηλεύετο· τῷ γὰρ πόθῳ δουλεύοντες ἐμαυτοῖς τὸν τρόπον. Τοῦτο πέπονθε καὶ Ἰσραὴλ ἐν τοῖς ὑστερον. Νικήσαντες γὰρ Μαδηναιούς ἐν παρατάξει, γυναικῶν ἡλίσχοντο