Ancient Greek
83.1
Basilius, Sermones Xli 83.1
Unproofread scanNot analysed yet
Ο νεκρὸς δεῦρο ἐξω· ἀλλ᾽ ὀνομαστὶ καλεῖ τὸν τεθνηκότα Λάζαρε, δεῦρ᾽ ἔξω. Τοῦτο οὖν ἐποίησεν ἵνα μὴ ἡ φωνὴ τοῦ ζωοδότου ἀναθεμένη πολλοὺς νεκροὺς ἀναστήσῃ. Καὶ ἀνεκάλυψεν ὁ νεκρός, καὶ ἤρξατο λαλεῖν· Εἰ μὴ ὁ Κύριος ἐβοήθησέ μοι, παραβάλλει παρῆχθην τῷ ἄβῃ τῇ ψυχῇ μου · καὶ πάλιν· Κύριος ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ λίβος, καὶ ἕστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατέθυσεν τὰ διαβήματά μου. Τοῦτο οὖν καὶ ἡμεῖς ἐν τῇ τῶν πειρασμῶν ζάλῃ βοῶντες, δόξαν ἀναπέμψωμεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀπελευθήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.