Ancient Greek
83.2
Basilius, Sermones Xli 83.2
Unproofread scanNot analysed yet
ΛΟΓΟΣ ΙΑ. Τοῦ αὐτοῦ εἰς τὸν ἅγιον Ἠλίαν. α᾽. Τὸν μὲν μακάριον ἐκεῖνον καὶ μέγαν Ἠλίαν τὸν προφήτην, τὸν ὑπὲρ νέφη (92), μικρὰν ἀλεύρου δράκα μόνην ἡ πολυύμνητος ἐκείνη χήρα κεκτημένη ποτὲ, φιλοτίμως ὑπεδέξατο, τῷ πόθῳ τῆς φιλοξενίας τῷ βάθει τῆς πενίας νικήσασα. Ἐγὼ δὲ νῦν τὸν τοσαύτην τοῦ Δεσπότου ποίμνην, καὶ παρὰ δύναμιν ἐπὶ τὰ ἀναγκαζόμενος, δράχας πτωχότεραν γλύτταν ἐπιφερόμενος, ποίαν μὲν ἀπλώσω τράπεζαν ; ποῖον δὲ εὐρὺ καμψάκιον πηγάζοντα (93), ἵνα τὴν Χριστοῦ νύμφην πρὸς τὸ παρόν ὑποδέξωμαι ; Χρήσον οὖν ἡμῖν, ὦ μακαρία χήρα, μικρὸν τοῦ ἀλεύρου τῆς πίστεως. Μᾶλλον δὲ αὐτὸς, ὦ μακάριε Ἠλία, ὁ καὶ τὴν τὴν χήραν διατρέψαν τὴν τρέφουσαν, φθέγξαι καὶ ἡμῖν βῆμα φιλανθρωπίας ἀνέκλειπτον. Χριστοῦ γάρ ἐστιν οὗτος ; ὁ λαὸς ὁ μετὰ Μωϋσέως ἐν τῷ ὄρει τὴν ἐνανθρώπησιν ὑμνήσας· οὐχ ὁ Μωϋσέως ἐκεῖνος, ὁ περὶ τὸν εὐεργέτην ἀχάριστος, οὗ τῆς ἀγνωμοσύνης ἐλεσπράχης τὰς δίκας, ταῖς σαῖς αὐτὸν ὑποβάλλων ἀποφάσεσιν. Ὁρῶν γὰρ τὸν τῶν Ἰουδαίων λαὸν ὁ προφήτης, τοῖς μὲν ἐξ οὐρανοῦ καὶ γῆς ἀγαθοῖς ὑπερφυρόντα, τὸν δὲ τῆς τροφῆς ἀγνοῦντα ποιημόνους ὑπὸ θεόν, καὶ τὴν Θεῖαν φιλανθρωπίαν ἀσεβείας παραίτιον, καὶ τὴν Θείαν φιλανθρωπίαν ἀσεβείας ποιημόνους ὑπὸ θεόν, καὶ τοῦ Κτίστοῦ τὸ σέβας μεταθέντας ἐπὶ τοὺς δαίμονας· σύμμαχον εὐσεβείας τὸν θυμὸν προστησάμενος, ἀφῆκε φωνὴν, νόμον ἀδροχίας τιθεῖς οὐρανῷ, καὶ τὴν ἀπόφασιν ὅρκῳ σφίγξας, κλειθοὺς τὰς νεφέλας ὑπέβαλε· Ζῇ Κύριος (94), οὐχ ἔσται εἰς τὰ ἔτη ταῦτα δρόσος, ἢ ὑετὸς ἐπὶ τῆς γῆς. Ὦ θυμὸς εὐσεβείας ! Ὦ γλῶσσα χαλινὸς