Ancient Greek
545.5 to 546.1
BEROSUS CHALDAEUS, Fragmenta 545.5-546.1
Unproofread scanNot analysed yet
6 Τὸν δὲ Βήλον, ὃν Δία μεθερμηνεύουσι, μέσον τεμόντα τὸ σκότος χωρίσαι γῆν καὶ οὐρανὸν ἀπ’ ἀλλήλων, καὶ διατχῆσαι τὸν κόσμον· τὰ δὲ ζῷα οὐκ ἐνεχόντα τὴν τοῦ φωτὸς δύναμιν φύσεσθαι. Ἰδόντα δὲ τὸν Βήλον γώραν ἕρμηον καὶ καρποφόρον κελεύσαι ἐνὶ τῶν θεῶν τὴν κεφαλήν ἀφελοῦντι ἐκ τοῦ τοῦ ἀπορροῦντι αἵματι φυράσαι τὴν γῆν καὶ διαπλάσαι ἀνθρώπους καὶ θηρία τὰ δυνάμενα τὸν ἀέρα φέρειν· ἀποτελέσει δὲ τὸν Βῆλον καὶ ἄστρα καὶ ἥλιον καὶ σελήνην καὶ τοὺς πέντε πλανήτας. Ταῦτά φησι ὁ Πολύιστωρ Ἀλέξανδρος τὸν Βήρωσσον ἐν τῇ πρώτῃ φάσει. Ἐν δὲ τῇ δευτέρᾳ κτλ. (v. fr. 4.)