Ancient Greek
546.2
BEROSUS CHALDAEUS, Fragmenta 546.2
Unproofread scanNot analysed yet
Cum initio hujus fragmenti cf. Syncell. p. 14, B :Βήρωσσος δ τῆς Χαλδαϊκῆς ἀρχαιολογίας συγγραφεύς ἀκμάσας κατὰ τοὺς χρόνους Ἀλεξάνδρου τοῦ Μαχεδόνος, ὡς φησι, καὶ εὕρων ἐν Βαβυλῶνι πολλῶν ἀναγραφῶν φυλασσόμενας ἐπιμελῶς, αἱ περιείχον ἐτῶν μυριάδας πού δεκαπέντε καὶ μικρὸν πρὸς, ἱστορίας τινὰς περὶ οὐρανοῦ τε καὶ γῆς, καὶ θαλάσσης καὶ βασιλέων ἀρχαιότητος καὶ τῶν πράξεων αὐτῶν, περὶ τε θέσεως τῆς Βαβυλωνίας γῆς καὶ καρποφορίας αὐτῆς καὶ ὄνων τινῶν ἐκ τῆς Ἑρυθρᾶς θαλάσσης φανέντων παρὰ φύσιν τῷ εἴδει, καὶ ἄλλα τινὰ μυθῶδη ταῦτα, κομπολογία τινὶ συνέγραψεν. Deinde :Δοξάσαι θέλων τὸ τῶν Χαλδαίων ἔθνος καὶ δεῖξαι πάντων τῶν ἐθνῶν ἀρχαιοτερον ὁ Βήρωσσος καὶ οἱ κατ᾽ αὐτόν, ὁ Ἀλέξανδρος, φημι, ὁ Πολύιστωρ λεγόμενος καὶ Ἀβυδηνός, ταῦτα γεγράφασι.