Ancient Greek
546.3 to 547.2
BEROSUS CHALDAEUS, Fragmenta 546.3-547.2
Unproofread scanNot analysed yet
Chronogr. Barber. ap. Mai. Vett. scriptt. nov. coll. tom. VIII, p. 7 :Πρώτην πασῶν ἀναγράφουσι τὴν Χαλδαίων βασιλείαν ἄνδρες ἐν παιδεύσει γνώριμοι Ἀλέξανδρος ὁ Πολύιστωρ, Βήρωσσος καὶ Ἀβυδηνὸς καὶ Ἀπολλόδωρος, οἱ πρῶτον μὲν ἱστοροῦσιν ἀθασαλεύτα ἐτὴ ραν᾽. Φασὶ γὰρ Ἀδάμ τὸν πρῶτον ἄνθρωπον ἡγήσαθαι τὸν τῆς ζωῆς αὐτοῦ χρόνον πελ᾽, μετὰ δὲ τούτου Σηθ τὸν υἱὸν αὐτοῦ ἐτὴ ρκη᾽. ψατο, ὡν ὁ μὲν σάρος τρισχιλίων καὶ ἐξακοσίων ἐτῶν χρόνον σημαίνει, ὁ δὲ νῆρος ἐτῶν ἐξακοσίων, ὁ δὲ σῶσσος ἐξήκοντα. Καὶ συνῆλθε σάρους ἑκατὸν εἴκοσι διὰ βασιλέων δέκα, ἤτοι χρόνον ἐτῶν μυριάδων τεσσαράκοντα τριῶν καὶ δύο χιλιάδων. Syncell. p. 30, A :Ταῦτά φησιν ὁ Πολύιστωρ Ἀλέξανδρος τὸν Βηρωσσὸν ἐν τῇ πρώτῃ γράφειν (fr. 1). Ἐν δὲ τῇ δευτέρᾳ τοὺς δέκα βασιλεῖς τῶν Χαλδαίων καὶ τὸν χρόνον τῆς βασιλείας αὐτῶν, σάρους ἑκατὸν εἴκοσιν, ἤτοι ἐτῶν μυριάδας τεσσαράκοντα τρεῖς καὶ δύο χιλιάδας, ἕως τοῦ κατακλυσμοῦ· λέγει γὰρ κτλ. (Vide fragm. 7).