Ancient Greek
555.2
BEROSUS CHALDAEUS, Fragmenta 555.2
Unproofread scanNot analysed yet
Post haec Josephus C. Apion. 1, 20 pergit ita: Ταῦτα μὲν οὕτως ἱστόρησε περὶ τοῦ προειρημένου ἀσιλέως, καὶ πολλὰ πρὸς τούτοις ἐν τῇ τρίτῃ βίλῃ τῶν Χαλδαϊκῶν, ἐν ἧ μέμψεται τοῖς Ἑλληνικοῖς ὑγγραφεῦσιν ὡς μάτην σιόμενοις ὑπὸ Σεμῖραμειος τῆς ἱσοφίας κτισθῆναι τὴν Βαβυλῶνα, καὶ τὰ θυμασία κατασκευασθῆναι περὶ αὐτὴν ὑπ' ἐκείνης ἔργα ψευδῶς γεγραφόσι. Καὶ κατὰ ταῦτα τὴν μὲν τῶν Χαλδαίων γραφὴν ἀξιόπιστον ἡγητέον, οὐ μὴν ἀλλὰ καὶ τοῖς ἀρχείοις τῶν Φοινίκων σύμφωνα τοῖς ὑπὸ Βηρωσσοῦ λεγομένοις ἀναγινώσκει περὶ τοῦ τῶν Βαβυλωνίων βασιλέως, ὅτι καὶ τὴν Φοινίκην ἅπασαν ἐκείνος κατεστρέφειτο. Περὶ τούτων γοῦν συμφωνεῖ καὶ Φιλόστρατος ἐν ταῖς Ἱστορίαις, μεμνημένος τῆς Τύρου πολιορκίας, καὶ Μεγασθένης ἐν τῇ τετάρτῃ τῶν Ἰνδικῶν, ὅν ἥς ἀποφαίνειν πειρᾶται τὸν προειρημένον βασιλέα τῶν Βαβυλωνίων Ἡρακλέους ἀνδρείᾳ καὶ μεγέθει πράξεων διενγνομέναι· καταστρέψασθαι γὰρ αὐτὸν φησι καὶ Λιβύης τὴν πολλὴν καὶ Ἰβηρίαν. Τὰ δὲ περὶ τοῦ νχοῦ προειρημένα τοῦ ἐν Ἱεροσυλίοις, ὅτι κατεπρήσθη μὲν ὑπὸ τῶν Βαβυλωνίων ἐπιστρατευόντων, ἠρέσατο δὲ πάλιν ἀνοικοδομεῖσθαι Κύρου τῆς Ἀσίας τὴν βασιλείαν παρεληφότος, ἐκ τῶν Βηρωσσοῦ σαφῶς ἐπιδειγήσεται παρατεθέντων. Λέγει γὰρ οὕτω διὰ τῆς τρίτης· «Ναβουχοδονόσορος μὲν οὖν μετὰ τὸ ἀρξασθαι τοῦ προειρημένου τεῖχους ἐμπεσεῖν εἰς ἀρρώστιαν μετελλάξατο τὸν βίον, βεβασιλευκὼς ἔτη τεσσαράκοντα τρία. Τῆς δὲ βασιλείας κύριος ἐγένετο ὁ υἱὸς αὐτοῦ Εὐελιμαράδυχος. Οὗτος προστάς τῶν πραγμάτων ἀνόμως καὶ ἀσελγῶς, ἐπιβουλευθεὶς ὑπὸ τοῦ τῆν ἀδελφὴν ἔχοντος αὐτοῦ Νηριγλισσοῦρου ἀνέχρεθη, βασιλεύσας ἔτη δύο. Μετὰ δὲ τὸ ἀναρθεῖναι τοῦτον Ἀαδεζάμενος τὴν ἀρχὴν ὁ ἐπιβουλευσας αὐτῷ Νηριγλισσοῦρος ἐδασίλευσεν ἔτη τέσσαρα. Τοῦτου υἱὸς Λαδοροσοάργοδος ἐκυρίευσε μὲν τῆς βασιλείας παῖς ὤν μῆνας ἐννέα, ἐπιβουλευθεὶς δὲ διὰ τὸ πολλὰ ἐμφαίνειν κακοήθη,