Ancient Greek
556.1
BEROSUS CHALDAEUS, Fragmenta 556.1
Unproofread scanNot analysed yet
ὑπὸ τῶν φίλων ἀπετυμπανίσθη. Ἀπολομένου δὲ τοῦτου συνελθόντες οἱ ἐπιβουλεύσαντες αὐτῷ κοινῇ τὴν βασιλείαν περιέθηκαν Ναβοννήφῳ τινὶ τῶν ἐκ Βαβυλῶνος, ὄντι ἐκ τῆς αὐτῆς ἐπιστάσεως. Ἐπὶ τούτου δὴ περὶ τὸν ποταμὸν τεῖχὺ τῆς Βαβυλωνίων πόλεως ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου κατεκοσμήθη. Οὕσης δὲ τῆς βασιλείας αὐτοῦ ἐν τῷ ἑπτακαιδεκάτῳ ἔτει, προεξεληλυθὼς Κύρος ἐκ τῆς Περσίδος μετὰ δυνάμεως πολλῆς, καὶ καταστρεψάμενος τὴν λοιπὴν Ἀσίαν πᾶσαν, ὥρμησεν ἐπὶ τῆς Βαβυλωνίας. Αἰσθόμενος δὲ Ναβόννηφός τὴν ἔφοδον αὐτοῦ, ἀπαντήσας μετὰ τῆς δυ-νάμεως καὶ παραταξάμενος, ἧττηθεὶς τῇ μάχῃ καὶ φυγὼν ὀλιγοστός, συνεκλείσθη εἰς τὴν Βορσιππηνοὺν πόλιν. Κύρος δὲ Βαβυλῶνα καταλαβόμενος, καὶ συντάξας τὰ ἔξω τῆς πόλεως τεῖχὺ κατασκάψαι, διὰ τὸ λίαν αὐτῷ πραγματικὴν καὶ δυσάλωτον φαίνεσθαι τὴν πόλιν, ἀνέζευξεν ἐπὶ Βόρσιππον, ἐκπολιορχῶν τὸν Ναβόννηφον. Τοῦ δὲ Ναβοννήφου οὐχ ὑπομείναντος τὴν πολιορκίαν, ἀλλ’ ἐγχειρήσαντος αὐτὸν, πρότερον χρησάμενος Κύρος φιλανθρώπως, καὶ δὼς οἰκη-τήριον αὐτῷ Καρμανίαν, ἐξέπεμψεν ἐκ τῆς Βαβυλωνίας. Ναβόννηφός μὲν οὖν τὸ λοιπὸν τοῦ χρόνου διαγενόμενος ἐν ἐκείνῃ τῇ χώρᾳ κατέστρεφε τὸν βίον. »