Ancient Greek
Dfhg-Source dfhg2_BEROSUS_CHALDAEUS
BEROSUS CHALDAEUS, Fragmenta 6
Not analysed yet
Πρὸ τούτοις καὶ Ἀπολλόδωρος ὁμοίως τούτοις τερατευόμενος οὕτω λέγει· «Ταῦτα μὲν ὁ Βήρωσσος ἱστόρησε, πρῶτον γενέσθαι βασιλέα Ἄλωρον ἐκ Βαβυλῶνος Χαλδαῖον· βασιλεῦσαι δὲ σάρους δέκα, καὶ καθεξῆς Ἀλάπαρον καὶ Ἀμήλωνα τὸν ἐκ Παντιβίβλων (Πανταβ. Cod. A Dindorfii)· εἶτα Ἀμμένωνα τὸν Χαλδαῖον, ἐφ ̓ οὗ φησι φανῆναι τὸν μυσαρὸν (δεύτερον̣) Ὠάννην, τὸν Ἀννήδωτον, ἐκ τῆς Ἐρυθρᾶς· [ὅπερ Ἀλέξανδρος προλαβὼν εἴρηκε φανῆναι τῷ πρώτῳ ἔτει· οὗτος δὲ μετὰ σάρους τεσσαράκοντα(?)· ὁ δὲ Ἀβυδηνὸς (fr. 1) τὸν δεύτερον Ἀννήδωτον μετὰ σάρους εἴκοσιν ἕξ·] εἶτα Μεγάλαρον ἐκ Παντιβίβλων πόλεως, βασιλεῦσαι δ ̓ αὐτὸν σάρους ὀκτωκαίδεκα· καὶ μετὰ τοῦτον Δάωνον ποιμένα ἐκ Παντιβίβλων βασιλεῦσαι σάρους δέκα. Κατὰ τοῦτον πάλιν φησὶ φανῆναι ἐκ τῆς Ἐρυθρᾶς Ἀννήδωτον τέταρτον (Ct. Euseb.) τὴν αὐτὴν τοῖς ἄνω ἔχοντα διάθεσιν καὶ τὴν ἰχθύος πρὸς ἀνθρώπους μίξιν. Εἶτα ἄρξαι Εὐεδώραχον (sic cod. A. Εὐερώδεσχον Goar.) ἐκ Παντιβίβλων, καὶ βασιλεῦσαι σάρους ὀκτωκαίδεκα. Ἐπὶ τούτου φησὶν ἄλλον φανῆναι ἐκ τῆς Ἐρυθρᾶς θαλάσσης ὅμοιον κατὰ τὴν ἰχθύος πρὸς ἄνθρωπον μίξιν, ᾧ ὄνομα Ὠδάκων (Ὀδάκων G.) . Τούτους δέ φησι πάντας τὰ ὑπὸ Ὠάννου κεφαλαιωδῶς ῥηθέντα κατὰ μέρος ἐξηγήσασθαι. [Περὶ τούτου Ἀβυδηνὸς (fr. 1) οὐδὲν εἶπεν.] Εἶτα ἄρξαι Ἀμεμψινὸν Χαλδαῖον ἐκ Λαράγχων· βασιλεῦσαι δὲ αὐτὸν ὄγδοον σάρους δέκα. Εἶτα ἄρξαι Ὠτιάρτην Χαλδαῖον ἐκ Λαράγχων, βασιλεῦσαι δὲ σάρους η'. Ὠτιάρτου δὲ τελευτήσαντος τὸν υἱὸν αὐτοῦ Ξίσουθρον βασιλεῦσαι σάρους ὀκτωκαίδεκα. Ἐπὶ τούτου τὸν μέγαν κατακλυσμόν φησι γεγενῆσθαι. Ὡς γίνεσθαι ὁμοῦ πάντας βασιλεῖς δέκα, σάρους δὲ ἑκατὸν εἴκοσι.»