Ancient Greek
Dfhg-Source dfhg2_BEROSUS_CHALDAEUS
BEROSUS CHALDAEUS, Fragmenta 6a
Not analysed yet
Priscis hominibus longaevitatem Deus concessittum alias ob causas, tum vero δι ̓ ἀρετὴν καὶ τὴν εὐχρηστίαν, ὧν ἀσφαλῶς αὐτοῖς προειπεῖν μὴ ζήσασιν ἑξακοσίους ἐνιαυτούς· διὰ τοσούτων γὰρ ὁ μέγας ἐνιαυτὸς πληροῦται. Μαρτυροῦσι δέ μου τῷ λόγῳ πάντες οἱ παρ ̓ Ἕλλησι καὶ παρὰ βαρβάροις συγγραψάμενοι τὰς ἀρχαιολογίας. Καὶ γὰρ καὶ Μανεθὼν ὁ τὴν τῶν Αἰγυπτιακῶν ποιησάμενος ἀναγραφὴν, καὶ Βηρωσσὸς ὁ τὰ Χαλδαϊκὰ συναγαγὼν, Μῶχός τε (καὶ Μόλος Euseb.) καὶ Ἑστιαῖος, καὶ πρὸς αὐτοῖς ὁ Αἰγύπτιος Ἱερώνυμος, οἱ τὰ Φοινικικὰ συνταξάμενοι, συμφωνοῦσι τοῖς ὑπ ̓ ἐμοῦ λεγομένοις.