Ancient Greek
136.2
Bryson, Fragmentum 136.2
Unproofread scanNot analysed yet
τὰ ἐξ ἀρχῆς ἀκολουθεῖ· καὶ τῶν τῷ βίῳ δὲ πραγμάτων ὁποία ἂν βούλῃ ἐλέσθαι, εὑρήσεις καὶ τὰ λοιπὰ ἐξ ἀνάγκας κατὰ τὸ ἐξῆς ἀλλήλοις ἐπόμενα. Αὐτίκα γὰρ, εἰ τὰ κατὰ γεωργίαν τις ἐπιτηδεύοι, ἂρ’ οὐ πρᾶτον ἤμεν δεῖ τεκτονικὰν· εἰ τεκτονικὰν, δεῖ δὴ χαλκευτικὰν· εἰ χαλκευτικὰν, δεῖ δὴ μεταλλευτικὰν. ἀλλ’ ἵνα ἀγρυλεύειν δυνατοὶ ὦντι, δεῖ σκέπταν ἤμεν τὰν περὶ τὸ σῶμα· τοιγαροῦν ὑφαντικὰς καὶ οἰκοδομικὰς ἐντι χρεία. Καὶ τὰλλα δὲ πάντα ματτευόμενος καὶ ἀνερευνῶν οὕτως εὑρήσεις ἔχοντα ποτ’ ἄλλαλα.