Ancient Greek
136.3
Bryson, Fragmentum 136.3
Unproofread scanNot analysed yet
Δοῦλος δὴ πᾶς ὀνυμαίνεται b τριχῶς· ὁ μὲν γὰρ τις δοῦλος κατὰ νόμον γίνεται, ὁ δὲ κατὰ φύσιν d, ὁ δὲ καττὸν τρόπον τὰς ψυχᾶς, ὁ κρατούμενος ὑπὸ τῶν ἰδίων παθημάτων τὰς ψυχᾶς. ὁ δὲ τοιοῦτος οὐχ ἀπλῶς δοῦλος οὐδὲ τῇ φύσι e δοῦλος, ἀλλὰ τῶν παθῶν δοῦλος καὶ ἐν καταχρήσει f δοῦλος, καὶ μᾶλλον μοχθηρὸς ἄνθρωπος ἢ δοῦλος κατὰ φύσιν. κατὰ φύσιν δὲ δοῦλος ὁ δυνάμενος αὐτάρκως τὰς διὰ τῷ σώματι ὑπηρεσίας παρέχεσθαι τοῖς δεσπόταις καὶ ἐν τῷ ὁδοὺς πορευθῆναι καὶ φορτία βαστάζει καὶ κοκοποθεσίας καὶ διακονίας ὑπομένεν, μήτε δὲ ἀρετὰν μήτε κακίαν ἐπιδεχομένως ψυχικὰν.