Ancient Greek
Poem 2001
Byzantine Book Epigrams, Book Epigrams: Acrostics 2001
Not analysed yet
Ἰδὼν τὸ κάλλος ὧδε τῶν γεγραμμένων
ὡραῖον, ὡς θαυμαστόν, ὡς γνῶσιν γέμον,
ἀνεμποδίστως προσλαβὼν χρῶ προφρόνως·
νοῦν γὰρ πιαίνει εἰς καλῶν ὁδηγίαν.
Νόμος διδάσκει καὶ πρὸ τοῦ νόμου φύσις·
τούτων τὸ τέλος τῆς χάριτος τὸ φάος.
Ὅθεν προσῆκε, ὡς μέλι, γλυκασμάτων
ὑπερφυῶς τῶν τῇδε λαμβάνειν μέγα.