Ancient Greek
Poem 2153
Byzantine Book Epigrams, Book Epigrams: Acrostics 2153
Not analysed yet
Εὐμαρίως ῥυέεις με πάσης ἀλόγου λυμιαίης·
Ὕπτια ῥύβδην μισθάρνια πήματά μου.
Σκεδάσας αὐτομάτως ἕωλα πόρε τ' ἀπρὶξ ἄρδην
Τέλματα πάμπαν ἀφαιρῶν πονέοντ' ἄκρῳ.
Ῥύθμισον ὦ κατʹ ἀνώτατα πάντων πρύτανις ἄμμων
Ἀλλʹ ἄνα τῆσδέ με παμφωτίας ἐλλογίμου.
Τευκτέα βίβλου δμῶα δ' ἀχρεῖον ὂντα
Ἰσχάνας ἀμπλακίης ὄλβιον ἔργαζε τόν·
Ὅλκεον εὐσύνοπτον πνεύματος σέθεν θείου
Σκοπιὰν ἐμφαίνων ἄρτιον ἀλικτάτην.