Ancient Greek
Poem 2685
Byzantine Book Epigrams, Book Epigrams: Dates 2685
Not analysed yet
Εἰ θελήσῃ τις ὁμ᾽ ἴσχυον καλέσαι
ἣν ἀρχιτέκτων ὁ σοφὸς Ἰωάννης
ποικιλοτρόπως μουσουργήσας καὶ πήξας
κλίμακα τήνδε θείαν οὐρανοδρόμον,
μετὰ τῆς πάλαι ἣν Ἰακὼβ ἑώρα,
οὐχ ἁμαρτήσῃ οὐδ᾽ ἀνόσιον φήσῃ,
ἀλλὰ καὶ λίαν ἐπαινέσῃ πᾶς τοῦτον.
Κατάγουσ᾽ ὤφθη οὐρανόθεν ἐκείνη
ἀγγέλους πάντως, τῇ παντουργῷ προστάξει
ταύτῃ δ᾽ ἐκ κάτω βροτοὺς ἀναβιβάζει
προαιρομένους καὶ Θεῷ παριστάνει
καὶ παραδείσου κληρονόμους δεικνύει.
Οὐκοῦν μογήσας ἐν ἡμέραις βραχέσιν
ἐκ πόθου θείου ἐλπίς τε σωτηρίας
γέγραφα ταύτην κατειληφὼς τῇ κέρκῳ,
μηνί τ᾽ ἐν ἕκτῳ, δηλονότι μαρτίῳ,
ἡμέρᾳ τούτου πρὸς τῇ εἰκάδι πέμπτῃ,
ἐν ᾗπερ Θεὸς ὁ λόγος ἐν πανάγνῳ
γαστρὶ παρθένου ἐγκατιὼν εἰσέδυ,
ἔτους δ᾽ ὀγδόου πρὸς ἓξ τοῖς χιλιάσιν,
ἑκατοντάδος μετρουμένης ἑπτάκις,
ἰνδικτιῶνος συντρεχομένης τρίτης,
ἐμῇ δεξιᾷ ταλαίνῃ ναζιραίου
Χαρίτωνος τ᾽ οὔνομα σχῶντος τοῦ πάνυ.