Ancient Greek
Poem 2823
Byzantine Book Epigrams, Book Epigrams: Dates 2823
Not analysed yet
Ἡ βίβλος αὔτη σαββάτῳ σχοῦσα τέλος
δέδωκεν ἡμῖν σαββατίσαι τοῦ πόνου
εἰς τὰς εἴκοσι τοῦ μηνὸς τοῦ αὐγούστου,
ἰνδικτιῶνος ὀγδόης ἱσταμένης.
Ματθαῖος ὁ γράψας γὰρ τὴν βίβλον ταύτην.
Οἱ ἀναγινώσκοντες εὔχεσθε πάντες,
ὅτι ὁ γράφων καὶ πάλιν παραγράφει·
ἐτῶν γὰρ συντρεχόντων, ἐν οἷς ἐγράφη,
ἓξ χιλιάδων, ἑπτὰ ἐκατοντάδων
σὺν τοῖς τρισὶ καί δέκα. Τῷ Θεῷ δόξα.