Ancient Greek
Poem 2908
Byzantine Book Epigrams, Book Epigrams: Dates 2908
Not analysed yet
Ἰδοῦ τὸ τέρμα εἴληφεν ὁ Μαννασῆς ἀρτίως
οὗτος γὰρ ἐπ᾽ ὀνομαστῷ, ὡς ἐκ μετ᾽ ὀνυμίας,
τοῦ ἄνωθεν πονήσαντος τὴν τοιάνδε πυξίδα,
ὅς ἤρξατο μὲν ἀπαρχῆς, ἐκ τῆς κοσμοποιΐας,
καὶ τέλος συνεπέρανεν ἅχρη τοῦ Βοτανεῖτου,
ἅπαντας τοίνυν διελθῶν ἐν συντομίᾳ ἔπους
ἐκάστω παρεισέφερε, τὴν πρᾶξιν καὶ τὸν τρόπον,
ἥτινες ἦρξαν ἀπαρχῆς καὶ ποῦ τὴν λῆξιν εὕρων,
οἱ εὐσεβεῖς, οἱ ἀσεβεῖς, οἱ βεβασιλευκότες,
στυλογραφῆ δ᾽ αὗ πρότερον Γιγάντων καὶ Γηπαίδων
τῶν ἀπ᾽ αἰῶνος πρότερον ὀνομαστῶν ἀνθρώπων,
ὧν τὴν πρᾶξιν ὑπέφηνεν ἡ τοῦ Μωσέως βίβλος·
τὸ δὲ παρὸν πυξίδιον πεπόνηται προδήλως
ἐν ἔτει παριππεύοντες τῷ εἰκοστῷ ὀγδόῳ
αὖθις ἑξακισχίλια πρὸς τοῖς ὀκτακοσίοις
τρίτον δὲ φέρον ἴνδικτον ὁ περιθέων χρόνος,
χειρὶ γραφῆς καὶ πονηθείς τινὸς ἰεροθύτου
τοῦ συνονύμου χάριτος καὶ Μαγουλᾶς τὴν κλῆσιν,
ἥν ἐκ πατρόθεν κέκληται καὶ φέρει ἐκ προγόνων
τὸ δὲ βιβλίον ἀληθῶς ἀλλῷ προσεκληρόθη,
Μάρκῳ τινὶ ἀβροτήμονι, ἀδαεῖ ῥακενδύτῃ,
Χριστῷ τῷ τελειῶσαντι δόξα κράτος καὶ αἶνος.