Ancient Greek
Poem 2872
Byzantine Book Epigrams, Book Epigrams: Dates 2872
Not analysed yet
Πλήρης ἱερὰς καὶ θείας οὖν γραφὴς
ἃ τῇ πεντέκτῃ τοῦ μὴν Ἰούλιον καλοῦσι
ἔτους προδραμῶν ἑξακισχιλιοστῷ
ὀκτακοσιωστῷ πέπτῳ πληροῦντι
τῆς τε ἰνδικτιῶνος μιὰς οὖν καὶ δεκάτης
κατατρυφήν τε τῶν τῆδε γεγραμμένων.
Μέμνησθε οὖν τοίνυν τῷ ταύτῃ ποθήσας
κομνηνοφυεῖ ἐξ ευγενείας ῥίζης
Μιχαὴλ τῷ Κεφαλᾷ τῷ ταύτην συνπληρώσας
Ῥωμαίων δὲ κρατοῦν σκῆπτρα τῆς βασιλείας
τῶν πανευσεβεστάτων μεγάλων βασιλέων,
τῶν αὐτοκρατόρων Ἀνδρονίκου μεγάλου,
τῆς εὐσεβεστάτης Εἰρήνης τῆς αὐγούστας.
Τοῦτο τοίνυν εὔχεσθε τῷ ταύτην ἐνεργήσας,
ἔτη οὖν τοίνυν καὶ ἐμοὶ τῷ χείρα τούτῳ γράψας
Κωνσταντίνῳ τῷ οἰκτρῷ τὸ ὄντι ἐκ τοῦ Μοραίου.