Ancient Greek
Poem 2944
Byzantine Book Epigrams, Book Epigrams: Dates 2944
Not analysed yet
Πρόσταγμα πεπλήρωκα τοῦ ποθουμένου,
σὺ δ᾽ ὦ λατρευτὰ τῆς τριφεγγοῦς οὐσίας,
φίλε καθαρὲ καὶ Θεοῦ θείε δοῦλε,
κύρι Γεώργιε, τοὐπίκλην Ταρτούζου,
εἴπερ θελήσεις ὀφέλειαν νοός σου
καὶ ψυχῆς ἀγλάϊσιν εὖ εὕροις μᾶλλον
καὶ τερπνὴν ὡράϊσιν διὰ παντὸς τοῦ δέμας,
γένοιο λοιπὸν τῆς παρούσης ἐργάτης,
δίελθε ταύτην κατατρυφῶν ἀεῖεν
τῆς ἀγχινοίας ὡς ἀρίζηλος ταύτης.
Ἡμῖν δὲ κύρι καὶ τρισόλβιε φίλε,
τῷ εὐτελεῖ τε καὶ τληπαθεῖ γραφέα,
Θεοδώρῳ τοὔνομα καὶ τάχα θύτῃ,
εὐχὰς ἀμείβου ὅπως τύχω ἐλέους
τῶν ἀπείρων καὶ πολλῶν μου σφαλμάτων,
καὶ χαίροις κύρι τῇ ψυχῇ καὶ τῷ σῶμᾳ.
Τὸ δὲ τέρμα εἴληφεν μηνὶ Ἀπριλίῳ
τρὶς δισχιλιὰς ἑκατοντὰς ὀκτάς τε
σὺν ὀγδοηκοντάη τοῦ Ἀδὰμ ὀγδόη.