Ancient Greek
Poem 2959
Byzantine Book Epigrams, Book Epigrams: Dates 2959
Not analysed yet
Πολλὴ χάρις σοι, παντοποιὲ Χριστέ μου,
τῷ δόντι μοι κτήσασθαι τήνδε τὴν βίβλον
εἰς ἐξίλασμα τῶν ἐμῶν ἁμαρτάδων,
εἰς ἐργασίαν σῶν καλῶν προταγμάτων·
εἰ θέλετε, μέροπες, μαθεῖν ὁ ξύσας,
ἅπαντες οἱ δέρκοντες τὴν βίβλον ταύτην,
Γεώργιος κέκλημαι ἀλλὰ καὶ θύτης,
ὅστις τοῦ πίκλην ὁ Κοτύλης τυγχάνω·
διὰ συνδρομῆς καὶ ἐξόδου γεγόνη
τὸ παρὸν εὐαγγέλιον πόνῳ καὶ μόχθῳ·
πεπλήρωτο δὲ ἐν χρόνοις τοῖς τοῦ κόσμου,
χιλιὰς παρέδραμεν ἐξαπλουμένη
καὶ ἑκατοντὰς ἐννακοσιοστή τε
σαρακοστὴ πέμπτη τε, πᾶσι σὺν τούτοις,
καὶ ἰνδικτιώνης πέντε καὶ δεκάτης,
ἀπριλλίῳ μηνὶ εἰκοστὴ ὀγδόη.